Humanitext Reader

波利比奥斯 · 历史 §36.9.1-36.9.17

希腊世界对罗马处置迦太基的争论与评价

第 1272 段,共 1311 段 · 希腊语

内容简介

本文介绍了地中海世界对罗马在第三次布匿战争中对迦太基所采取严厉措施的各种不同舆论,将拥护罗马出于现实需要巩固统治的观点,同批评罗马采用欺骗手段类似于不敬和违盟的观点进行对比,并进一步从法律(无条件投降)角度引入了对罗马行为的辩护。

§36.9.1ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευδοφίλιππον.
至于迦太基人,在罗马人征服他们时,以及关于希腊伪斐利普的事情,流传着许多种不同的言论,起初是关于迦太基人的,此后则是关于伪斐利普的。
§36.9.2τὰ μὲν οὖν περὶ Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς διαλήψεις·
因此,对于迦太基人的看法存在着分歧和对立的见解。
§36.9.3ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύσασθαι περὶ τῆς δυναστείας· §36.9.4τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐτοὺς πόλιν ὑπὲρ τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων.
因为有些人赞同罗马人,声称他们对自己的统治做出了聪明而务实的规划;因为消除悬在头顶的恐惧,以及那座曾多次与他们争夺霸权、且如今若得时机仍有能力争夺的城市,从而为自己的祖国巩固统治,这是明智且有远见的人所为。
§36.9.5ἔνιοι δὲ τούτοις ἀντέλεγον, φάσκοντες οὐ ταύτην ἔχοντας αὐτοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγεμονίαν καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν καὶ βραδύτερον μὲν ἐκείνων ὁρμᾶν, ἥξειν δʼ ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προφαινομένων.
但另一些人则反驳他们,声称罗马人并非抱着这种意图获取霸权,而是正逐渐偏向雅典人和斯巴达人的权力欲,虽然他们起步较晚,但从眼前的迹象来看,将走向同样的结局。
§36.9.6πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι μέχρι τοῦ κρατῆσαι καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμένους ὅτι δεῖ πείθεσθαι σφίσι καὶ ποιεῖν τὸ παραγγελλόμενον· §36.9.7νῦν δὲ προοίμιον μὲν ἐκτεθεῖσθαι τῆς ἰδίας προαιρέσεως τὰ κατὰ Περσέα, βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειωκέναι δὲ κατὰ τὸ παρὸν διὰ τῆς περὶ Καρχηδονίων διαλήψεως· §36.9.8μηδενὸς γὰρ ἀνηκέστου γεγονότος ἐξ ἐκείνων, ἀνηκέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδεχομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσταττόμενον.
因为以前,他们与所有人作战,直到战胜并使反抗者承认必须服从他们并执行命令为止;但现在,他们通过根除马其顿王权,在珀尔修斯的事情上展示了自己意图的序幕,并在当前通过对迦太基人的决定将其完成;因为迦太基人并未做出任何无可挽回的事,而罗马人却对他们做出了无可挽回且严厉的决定,尽管他们接受了一切,并甘愿忍受去执行一切被命令的事。
§36.9.9ἕτεροι δὲ καθόλου μὲν πολιτικὸν εἶναι τὸ Ῥωμαϊκὸν ἔθνος ἔφασαν καὶ τοῦτʼ ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολέμους ἁπλῶς καὶ γενναίως πολεμεῖν, μὴ νυκτεριναῖς ἐπιθέσεσι χρωμένους μηδʼ ἐνέδραις, πᾶν δὲ τὸ διʼ ἀπάτης καὶ δόλου γινόμενον ἀποδοκιμάζοντας, μόνους δὲ τοὺς ἐκ προδήλου καὶ κατὰ πρόσωπον κινδύνους ὑπολαμβάνοντας αὑτοῖς καθήκειν.
还有一些人说,罗马民族整体上是具有公民城邦精神的,这也是其特质,罗马人并以此自豪,即他们光明磊落、高尚地进行战争,不使用夜袭,也不用埋伏,而是唾弃一切通过欺骗和诡计达成的手段,认为只有公开且面对面的危险才适合他们。
§36.9.10νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους διʼ ἀπάτης καὶ δόλου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας, τὸ δʼ ἐπικρυπτομένους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοηθεῖν αὐτοῖς τοὺς συμμάχους.
但现在,他们对迦太基人的一切处理都充满了欺骗和诡计,渐渐地提出一些,同时又隐瞒另一些,直到剥夺了盟友援助他们的所有希望。
§36.9.11τοῦτο δὲ μοναρχικῆς πραγματοποιίας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ Ῥωμαϊκῆς αἱρέσεως καὶ προσεοικὸς ἀσεβήματι καὶ παρασπονδήματι κατὰ τὸν ὀρθὸν λόγον.
这更契合君主专制的政治手段,而非公民和罗马式的选择,且按照正理来看,这类似于不敬神明和违背盟约。
ἦσαν δέ τινες οἱ καὶ τούτοις ἀντιλέγοντες.
不过,也有一些人对这些观点提出反驳。
§36.9.12εἰ μὲν γὰρ πρὶν ἢ δοῦναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὑτῶν οὕτως ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνοντες, τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους §36.9.13φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ, τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι καὶ μὴν οὐδὲ παρασπονδήματι μικροῦ δεῖν· ἔνιοι δʼ ἔφασαν οὐκ ἀδικήματι τὸ παράπαν·
因为如果是在迦太基人交出对自身的支配权之前,罗马人就这样处理事务,渐渐地提出一些,又暴露另一些,那么他们自然显得难逃指控;但如果是在迦太基人自己交出了支配权,使罗马人能够决定任何关于他们的事情之后,罗马人才在自己的权力范围内,按照他们认为合适的方式,命令并宣告了所做出的决定,那么这一行为就不再类似于不敬,甚至几乎不能算作违盟;有些人甚至说,这根本不是不义。
§36.9.14τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων·
因为一切控诉在性质上自然归结为三种区分,而罗马人的所作所为并不落入其中任何一种。
§36.9.15ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον·
因为不敬是指对神明、父母和死者的亵渎;违盟是指违反誓言和成文协定而做出的行为;而不义则是违反法律和习俗而实施的行为。
§36.9.16ὧν οὐδὲν κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους·
罗马人目前在这些方面没有一处是有罪的。
οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδʼ εἰς τοὺς γονεῖς οὐδʼ εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δʼ ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι.
因为他们既没有对神明、父母和死者犯罪,也没有违反誓言和契约,相反,他们自己还指责迦太基人违反了这些。
§36.9.17καὶ μὴν οὐδὲ νόμους οὐδʼ ἐθισμοὺς οὐδὲ τὴν κατʼ ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν παρʼ ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην.
此外,他们也没有废除法律、习俗或私人信义;因为他们是从自愿交出支配权的人手中,获得了做他们想做之事的权力,而在对方不服从命令时,他们才这样对他们施加强制手段。

词汇与语法注释

  1. §36.9.1ὅτι — 引导传闻或历史叙述,意为“……。/ 说是……”。在波利比乌斯选集(Excerpta)的语境中,它可能与前文(§36.8.8)相连,或作为独立报告的起始标记。
  2. §36.9.4νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων — 谓语性属格(所有属格的延伸),表示“是……的特征/符合……的身份”。主语是带冠词的不定式短语“tò ... βεβαιῶσαι”(巩固本国的统治)。
  3. §36.9.12ἂν αὐτοὺς ἐνόχους φαίνεσθαι — 间接引语中 ān 搭配不定式的结构。它代表了直接引语中过去反事实的直陈式(ān ephainonto,“他们本会显得……”),由于处于间接叙述的支配下而变为不定式。
  4. §36.9.13δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν — 属格绝对结构。在此历史和法律语境中,“epitropē”对应拉丁语的“deditio”(无条件投降/全权委任),意味着迦太基人将自身完全交由罗马人处置,从而赋予了罗马人法律上的自由裁量权。

引用这一段

波利比奥斯, 历史 §36.9.1-36.9.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.9.1-36.9.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。