§36.10.1περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων ταῦτʼ ἐλέγετο·
ローマ人とカルタゴ人については、このようなことが語られていた。
§36.10.2περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδʼ ἀνεκτὸς ὁ λόγος ἐφαίνετο·
一方、偽フィリップスに関しては、最初は噂自体が容認しがたいものに思われた。
πάρεστί τις ἐπὶ τὴν Μακεδονίαν ἀεροπετὴς Φίλιππος, καταφρονήσας οὐ μόνον Μακεδόνων ἀλλὰ καὶ Ῥωμαίων, οὐδεμίαν ἀφορμὴν εὔλογον ἔχων πρὸς τὴν ἐπιβολήν,
すなわち、マケドニアにどこからともなく舞い降りたフィリップスなる者が現れ、マケドニア人だけでなくローマ人をも侮り、その企てに対して何の合理的な根拠も持っていない、という。
§36.10.3ἅτε γινωσκομένου τοῦ κατʼ ἀλήθειαν Φιλίππου διότι σχεδὸν ὀκτωκαίδεκα γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν ὕστερον ἔτεσιν αὐτοῦ τοῦ Περσέως.
というのも、本物のフィリップスは、ほぼ十八歳に達した時に、ペルセウス自身の二年後にイタリアのアルバで世を去ったことが知られていたからである。
§36.10.4μετὰ δὲ μῆνας τρεῖς ἢ τέτταρας προσπεσούσης φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ Στρυμόνος κατὰ τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέχοντο τὸν λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπίστουν.
しかし三、四ヶ月後、彼がストリュモン川の向こう側のオドマンティケ地方での戦闘でマケドニア人たちを破ったという風聞が届くと、ある人々はその噂を受け入れたが、大多数の者は依然として信じなかった。
§36.10.5μετʼ οὐ πολὺ δὲ πάλιν ἅμα τοῦ λόγου προσπίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς Μακεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάντων πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν, ὡς καὶ περὶ αὐτοὺς ὑπάρχοντος κινδύνου, θαυμαστὸν ἐφάνη καὶ παράδοξον τὸ γεγονός·
だが、それから間もなく、彼がストリュモン川のこちら側での戦闘でマケドニア人たちを破り、全マケドニアを支配しているという噂が再び届くと同時に、テッサリア人たちもアカイア人たちのもとへ書簡と使節を送り、自分たちにも危険が及んでいるとして、救援を求めたため、起きたことは驚くべき、また信じがたいものに思われた。
§36.10.6οὐδεμία γὰρ οὔτε πιθανότης οὔτʼ εὐλογία προυφαίνετο περὶ τοῦ συμβεβηκότος.
というのも、その出来事については、尤もらしさも合理的説明も、何ら見出せなかったからである。
τοιαῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις.
このように、これらのことに関する人々の態度は、そのようなものであった。
──