§36.17.1ἐγὼ δέ, φησὶν ὁ Πολύβιος ἐπιτιμῶν τοῖς τὴν τύχην καὶ τὴν εἱμαρμένην ἐπιγράφουσιν ἐπί τε τὰς κοινὰς πράξεις καὶ τὰς κατʼ ἰδίαν περιπετείας, νῦν βούλομαι περὶ τούτου τοῦ μέρους διαστείλασθαι καθʼ ὅσον ὁ τῆς πραγματικῆς ἱστορίας ἐπιδέχεται τρόπος.
「しかし私は」とポリュビオスは言い、公の行動や個人の不運な出来事を運や運命のせいにする人々を非難しながら、「実用的な歴史の方法が許容する限りにおいて、今この問題について区別しておきたいと思う。
§36.17.2ὧν μὲν νὴ Δίʼ ἀδύνατον ἢ δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀναφορὰν ποιοῖτο καὶ τὴν τύχην, οἶον ὄμβρων καὶ νιφετῶν ἐξαισίων ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν αὐχμῶν καὶ πάγων καὶ διὰ ταῦτα φθορὰ καρπῶν, ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν.
」人間としてその原因を把握することが不可能あるいは困難である事柄、これらについては、人はおそらく途方に暮れて、神や運に原因を帰するかもしれない。 例えば、異常な豪雨や大雪が絶え間なく襲うこと、あるいは逆に干魃や酷寒、そしてこれらによる作物の破壊、同様に絶え間ない疫病の流行、およびこれらに類似する他の事柄、すなわちその原因を見出すのが容易でない事柄である。
§36.17.3διόπερ εἰκότως περὶ τῶν τοιούτων ἀκολουθοῦντες ταῖς τῶν πολλῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύοντες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς θεοὺς τί ποτʼ ἂν ἢ λέγουσιν ἢ πράττουσιν ἡμῖν ἄμεινον εἴη καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν.
それゆえ、このような事柄については当然のことながら、途方に暮れているがために大衆の意見に従い、嘆願し、犠牲を捧げて神を宥め、神々に対して、私たちが何を言い何をすればより良くなり、現在の苦難の終息がもたらされるかを尋ねるために使者を派遣するのである。
§36.17.4ὧν δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν, ἐξ ἧς καὶ διʼ ἣν ἐγένετο τὸ συμβαῖνον, οὐχί μοι δοκεῖ τῶν τοιούτων δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν.
しかし、何から、そして何のためにその出来事が生じたのか、その原因を見出すことが可能である事柄については、そのようなことについて神に原因を帰すべきではないと私は考える。
§36.17.5λέγω δʼ οἷον οὕτως.
私の言っているのは、例えば次のようなことである。
ἐπέσχεν ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγανθρωπία, διʼ ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφορίαν εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων.
私たちの時代において、ギリシア全土を子供が生まれないこと、総じて人口減少が支配し、それによって都市は荒廃し、不毛が生じる事態となった。 絶え間ない戦争も疫病の発生も私たちを襲わなかったにもかかわらずである。
§36.17.6εἴ τις οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν ἐρησομένους τί ποτʼ ἂν ἢ λέγοντες ἢ πράττοντες πλείονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρʼ οὐ μάταιος ἂν ἐφαίνετο, τῆς αἰτίας προφανοῦς ὑπαρχούσης καὶ τῆς διορθώσεως ἐν ἡμῖν κειμένης;
それゆえ、もし誰かがこのことについて、何を言い何をなせば私たちがより多くなり、より良く都市を管理運営できるかを尋ねるために神々のもとに使者を送るよう勧めたとしたら、原因が明白であり、その是正策が私たちの内にあるのだから、その者は愚かに見えたのではないだろうか。
§36.17.7τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων καὶ μὴ βουλομένων μήτε γαμεῖν μήτʼ, ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας θρέψαι, ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν.
なぜなら、人々が虚栄と貪欲、さらには怠惰へと流れ、結婚することも望まず、結婚したとしても、生まれてくる子供を育てることも望まず、大抵はただ一人か二人だけを、彼らを裕福な状態で残し、贅沢に育てるために、かろうじて育てるにすぎないため、災厄は知らぬ間に急速に増大したからである。
§36.17.8ὅτε γὰρ ἑνὸς ὄντος ἢ δυεῖν, τούτων τὸν μὲν πόλεμος, τὸν δὲ νόσος ἐνστᾶσα παρείλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι τὰς οἰκήσεις ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν τὰ σμήνη, τὸν αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πόλεις ἀπορουμένας ἀδυνατεῖν.
なぜなら、子供が一人か二人しかいない時に、これらの一方を戦争が、他方を突然襲った病気が奪い去った場合、家々が後に荒廃したまま残されることは避けられず、ミツバチの巣の場合と同様に、同じように徐々に都市も人口減少により衰退していくことは明らかだからである。
§36.17.9ὑπὲρ ὧν οὐδὲ χρεία παρὰ τῶν θεῶν πυνθάνεσθαι πῶς ἂν ἀπολυθείημεν τῆς τοιαύτης βλάβης·
これらについては、どのようにすれば私たちがこのような害悪から免れることができるかを、神々に尋ねる必要さえない。
§36.17.10ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ διʼ αὑτῶν, μεταθέμενοι τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες, ἵνα τρέφηται τὰ γινόμενα.
なぜなら、そこら辺の並の人間であっても、何よりもまず私たち自身が自らの力で生き方の追求を改めることによって、そうでなければ、生まれてくる子供が育てられるように法律を制定することによって解決できると言うだろうからである。
περὶ τούτων οὔτε μάντεων οὔτε τερατειῶν χρεία.
これらについては、予言者も兆候も必要ない。
§36.17.11ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέρος.
同じ理屈は、個別の事柄についても成り立つ。
§36.17.12ἀλλʼ ἐπʼ ἐκείνων ἐφʼ ὧν ἀλήπτους ἢ δυσλήπτους εἶναι τὰς αἰτίας συμβαίνει, διαπορητέον·
しかし、その原因を把握することが不可能、あるいは困難であるような事柄においては、深く探究せねばならない。
ὧν ἓν ἦν καὶ τὸ περὶ Μακεδόνας γεγενημένον.
そのような事柄の一つが、マケドニア人の身に起こったことであった。
§36.17.13Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φόνων ἐμφυλίων διὰ τῆς Ῥωμαίων φιλοτ?ιμίας·
というのも、マケドニア人はローマ人から多くの偉大な恩恵を受けていたからである。 公的には、全員が君主制的な命令や貢納から解放され、誰もが認めるように隷属から自由へと移行し、私的にはまた、ローマ人の善意によって、都市ごとに大きな内紛や内乱の殺戮から解放されていた。
ἅ?μ?α? δυσμενείας μ?ὲ?ν? ἢ βλάβης τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ φιλ πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν πρ ε?ξ?ε?τ?ο?ι? διῄτ πολλοὺς μὲν ἀν φρ πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας ἢ τῶν ἐν τοῖς π?ρ?ό?τ?ε?ρ?ο?ν? καιροῖς ὑπὸ τῶν κατʼ ἀλήθειαν β?α?σι ἤδη τοῦτο γε ε?χ? ῶς απαντ?ε?σ?ι? ἐπὶ το εἴ αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς ὑβρίζ καὶ πλείστο?ι?σ? ε?μ?ο?σ? τῶν βρ καὶ Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι·
……それと同時に、かつての時期におけるローマ人に対する敵意や害悪……しかし、偽フィリッポスによって、第一に……彼らの極めて多くの人々が、極めて短い期間のうちに追放され、拷問され、殺害されるのを目撃した。 これは、かつての真正の王たちの下で……すでにこれが……あらゆる人々がそのことに……いかに彼らが侮辱し、そして多くの者が、ローマ人の軍隊がそこから撤退したことを後悔するほどであった。
ἐν ἀδικ τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων· ο?ἱ? δ?ὲ? τ?ὸ? §36.17.14π?ο?λ?λ?ῶ?ν? τ?ε? μ?ε?τ?ὰ? μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ δὲ στυγνῷ συναγωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνίκησαν Ῥωμαίους.
……不義の中で……偽フィリッポス以前に彼らに対して行われた不法行為の……彼らは…… そして多くの者が、かつてデメトリオスと共に、またペルセウスと共にローマ人と戦った時には敗北したのに、忌むべき男と共に戦い、彼の王権のために雄々しく戦った時には、ローマ人に勝利したのである。
§36.17.15ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ τῷ συμβάντι;
これらから、起こったことに対して疑問を抱かない者がいるだろうか。
τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές.
というのも、これらの原因を見出すことは困難だからである。
§36.17.16διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι.
それゆえ、このような状況においては、起こったことは神罰であり、神々からの怒りがマケドニア人全員に下ったのだと言うこともできよう。
δῆλον δʼ ἔστιν ἐκ τῶν λέγεσθαι μελλόντων.
そしてそのことは、これから語られることから明らかになるであろう。