§36.16.1ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθʼ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος,
リビアのヌミディア人(遊牧民)の王マサナッサスは、我々の時代の王たちのうちで最も優れ、最も幸運な人物であった。
§36.16.2ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθʼ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος·
彼は六十年以上在位し、きわめて健康で非常に長寿であった。
ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει.
というのも、九十歳に達していたからである。
§36.16.3ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθʼ αὑτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι διʼ ἡμέρας ἔμενε, καθεζόμενος δὲ πάλιν οὐκ ἠγείρετο.
また彼は、自身の身体的な体質において、同時代の人々の中で最も強健であった。 彼は、立つ必要がある時には、一日中同じ足跡の中に立ち続け、また腰を下ろした時には、そこから立ち上がらなかった。
§36.16.4καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν. σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως·
そして、乗馬による過酷な労苦に昼夜を問わず耐え続け、いかなる悪影響も受けなかった。
§36.16.5ἔχων ἐνενήκοντʼ ἔτη, καθʼ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς ἐννέα.
彼の身体的な強健さの証拠として、九十歳で生涯を終えたとき、四歳の息子、名はステンバノス(これを後にミキプサが養子とした)を遺し、さらにこれに加えて九人の息子たちを遺したことである。
§36.16.6διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βασιλείαν.
そして、これらの息子たちが互いに抱く親愛の情のおかげで、彼は自らの王国が、陰謀や身内の汚れから生涯を通じて全く免れているように維持した。
§36.16.7τὸ δὲ μέγιστον καὶ θειότατον τούτου·
しかし彼に関する最も偉大で最も驚異的なことは次のことである。
τῆς γὰρ Νομαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούσης καὶ νομιζομένης ἀδυνάτου τῇ φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, §36.16.8πρῶτος καὶ μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρποὺς οὐδʼ ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν διαστάσει μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφόρους.
それ以前の時代には、ヌミディア全土が不毛であり、本来、食用作物の栽培は不可能であると考えられていたにもかかわらず、彼は、息子たちそれぞれに、離れた場所に、あらゆる農産物が実る一万プレトロンもの農地を整えることで、それが他国に劣らずあらゆる食用作物を産出できることを、最初にかつ唯一証明したのである。
§36.16.9τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτʼ ἄν τις εὐλόγως ἐπιφθέγξαιτο καὶ δικαίως.
それゆえ、彼の逝去に際して、人は当然かつ正当にこれらの言葉を口にすることであろう。
§36.16.10ὁ δὲ Σκιπίων παραγενόμενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα. —
一方スキピオは、王の死後三日目にキルタに到着し、すべてを立派に処理した。
§36.16.11Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον·
— ポリュビオスは、マサナッサスが九十歳で亡くなり、自らもうけた四歳の子を残したと伝えている。
§36.16.12ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν ὅτι τοῦτο ποιεῖ
また、死の少し前にカルタゴ人に大勝し、翌日テントの前で、汚れたパンを食べている姿を目撃され、驚く人々に対して、これをしているのは……と言ったとも伝えている。