§36.17.1ἐγὼ δέ, φησὶν ὁ Πολύβιος ἐπιτιμῶν τοῖς τὴν τύχην καὶ τὴν εἱμαρμένην ἐπιγράφουσιν ἐπί τε τὰς κοινὰς πράξεις καὶ τὰς κατʼ ἰδίαν περιπετείας, νῦν βούλομαι περὶ τούτου τοῦ μέρους διαστείλασθαι καθʼ ὅσον ὁ τῆς πραγματικῆς ἱστορίας ἐπιδέχεται τρόπος.
“但是,我,”波利比乌斯在指责那些将公共行动和个人不幸遭遇都归咎于命运和运势的人时说道,“现在希望在实用历史方法所允许的范围内,对这一部分进行区分。
§36.17.2ὧν μὲν νὴ Δίʼ ἀδύνατον ἢ δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀναφορὰν ποιοῖτο καὶ τὴν τύχην, οἶον ὄμβρων καὶ νιφετῶν ἐξαισίων ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν αὐχμῶν καὶ πάγων καὶ διὰ ταῦτα φθορὰ καρπῶν, ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν.
” 的确,对于那些作为人类无法或难以理解其原因的事物,人们在困惑中或许会将其归咎于神明和命运,例如异常暴雨和大雪的持续袭击,或者相反地,持续的干旱和冰冻以及由此导致的作物毁灭,同样还有接连不断的疫病流行,以及其他与此类似、不易找到原因的事情。
§36.17.3διόπερ εἰκότως περὶ τῶν τοιούτων ἀκολουθοῦντες ταῖς τῶν πολλῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύοντες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς θεοὺς τί ποτʼ ἂν ἢ λέγουσιν ἢ πράττουσιν ἡμῖν ἄμεινον εἴη καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν.
因此,对于这类事情,我们理所当然地因困惑而遵循大众的看法,通过祈求和祭祀来安抚神明,并派遣使者去询问神灵,我们说些什么或做些什么才会对我们更好,并使眼前的灾难得以平息。
§36.17.4ὧν δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν, ἐξ ἧς καὶ διʼ ἣν ἐγένετο τὸ συμβαῖνον, οὐχί μοι δοκεῖ τῶν τοιούτων δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν.
然而,对于那些可以找到其产生的原因和契机的事物,我认为不应该将这类事情归咎于神明。
§36.17.5λέγω δʼ οἷον οὕτως.
我的意思是,比如这样。
ἐπέσχεν ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγανθρωπία, διʼ ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφορίαν εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων.
在我们的时代,无子化以及总的人口减少席卷了整个希腊,导致城市荒废、土地荒芜,尽管我们既没有经历持续的战争,也没有遇到疫病的侵袭。
§36.17.6εἴ τις οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν ἐρησομένους τί ποτʼ ἂν ἢ λέγοντες ἢ πράττοντες πλείονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρʼ οὐ μάταιος ἂν ἐφαίνετο, τῆς αἰτίας προφανοῦς ὑπαρχούσης καὶ τῆς διορθώσεως ἐν ἡμῖν κειμένης;
因此,如果有人就此事建议向神明派遣使者,去询问我们说些什么或做些什么才能使人丁兴旺、更好地治理城市,那么,既然原因显而易见,且纠正之策就在我们自己手中,这个人难道不会显得愚蠢吗?
§36.17.7τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων καὶ μὴ βουλομένων μήτε γαμεῖν μήτʼ, ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας θρέψαι, ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν.
因为人们转向了虚荣、贪财以及懒惰,既不想结婚,即使结了婚,也不想抚养出生的孩子,大多数人最多勉强抚养一两个,目的是为了让他们继承丰厚的遗产并过上奢华的生活,于是这种灾祸在不知不觉中迅速蔓延。
§36.17.8ὅτε γὰρ ἑνὸς ὄντος ἢ δυεῖν, τούτων τὸν μὲν πόλεμος, τὸν δὲ νόσος ἐνστᾶσα παρείλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι τὰς οἰκήσεις ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν τὰ σμήνη, τὸν αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πόλεις ἀπορουμένας ἀδυνατεῖν.
因为当只有一两个孩子时,如果其中的一个被战争夺走,另一个被突如其来的疾病夺走,显而易见,家园必然会被空置废弃,就像蜜蜂的蜂群一样,城市也会由于人口匮乏而逐渐衰落。
§36.17.9ὑπὲρ ὧν οὐδὲ χρεία παρὰ τῶν θεῶν πυνθάνεσθαι πῶς ἂν ἀπολυθείημεν τῆς τοιαύτης βλάβης· §36.17.10ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ διʼ αὑτῶν, μεταθέμενοι τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες, ἵνα τρέφηται τὰ γινόμενα.
关于这些事情,甚至不需要向神明询问我们如何才能摆脱这种危害;因为任何一个普通人都会说,这主要靠我们自己改变追求,否则,就通过制定法律来确保出生的孩子得到抚养。
περὶ τούτων οὔτε μάντεων οὔτε τερατειῶν χρεία.
对于这些事情,既不需要占卜师,也不需要奇迹。
§36.17.11ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέρος.
同样的道理也适用于个别事物。
§36.17.12ἀλλʼ ἐπʼ ἐκείνων ἐφʼ ὧν ἀλήπτους ἢ δυσλήπτους εἶναι τὰς αἰτίας συμβαίνει, διαπορητέον· ὧν ἓν ἦν καὶ τὸ περὶ Μακεδόνας γεγενημένον.
但是,在那些原因无法或难以把握的事情上,我们必须进行探究;其中之一就是发生在马其顿人身上的事情。
§36.17.13Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φόνων ἐμφυλίων διὰ τῆς Ῥωμαίων φιλοτ?ιμίας· ἅ?μ?α? δυσμενείας μ?ὲ?ν? ἢ βλάβης τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ φιλ πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν πρ ε?ξ?ε?τ?ο?ι? διῄτ πολλοὺς μὲν ἀν φρ πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας ἢ τῶν ἐν τοῖς π?ρ?ό?τ?ε?ρ?ο?ν? καιροῖς ὑπὸ τῶν κατʼ ἀλήθειαν β?α?σι ἤδη τοῦτο γε ε?χ? ῶς απαντ?ε?σ?ι? ἐπὶ το εἴ αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς ὑβρίζ καὶ πλείστο?ι?σ? ε?μ?ο?σ? τῶν βρ καὶ Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι· ἐν ἀδικ τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων· ο?ἱ? δ?ὲ? τ?ὸ? §36.17.14π?ο?λ?λ?ῶ?ν? τ?ε? μ?ε?τ?ὰ? μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ δὲ στυγνῷ συναγωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνίκησαν Ῥωμαίους.
因为马其顿人曾从罗马人那里获得许多巨大的恩惠,集体而言,他们全部免除了君主的命令和税金,公认地获得了自由而非奴役;个人而言,通过罗马人的慷慨,各城市又从巨大的内讧和同胞相残中解放出来……同时,在以前时期对罗马人的敌意或伤害……但在伪腓力统治下,首先……在极短的时间内,他们目睹了其中极多的人被流放、拷打和杀害,甚至超过了以前真正国王统治下的情况……已经这……所有人对此……正如侮辱……且大多数人……以至于他们后悔罗马军队撤离……在不义中……在伪腓力之前对他们犯下的不法行为……而他们…… 他们曾多次与德米特里以及后来的珀尔修斯并肩对抗罗马人并遭遇失败,但在与一个可憎的人并肩作战、并为了他的王权而表现得骁勇无比时,他们却击败了罗马人。
§36.17.15ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ τῷ συμβάντι;
对此,谁不会对发生的事情感到困惑?
τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές.
因为要找到这些事情的原因是很困难的。
§36.17.16διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι.
因此,在这种心境下,人们可能会说所发生的事情是神明的惩罚,并且神明的愤怒降临在了所有马其顿人身上。
δῆλον δʼ ἔστιν ἐκ τῶν λέγεσθαι μελλόντων.
而这从接下来的叙述中将会变得显而易见。