Humanitext Reader

波利比奥斯 · 历史 §36.16.1-36.16.12

努米底亚王马萨纳萨斯的强健与功业

第 1279 段,共 1311 段 · 希腊语

内容简介

本段赞美了努米底亚国王马萨纳萨斯健壮的体魄、长寿、子嗣昌盛,以及将荒芜的努米底亚开辟为农田的最大功绩,并记述了他临终前后的轶事。

§36.16.1ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθʼ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος, §36.16.2ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθʼ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος· ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει.
利比亚游牧民(努米底亚人)的国王马萨纳萨斯,是我们时代中最优秀、最幸福的国王,他统治了六十多年,身体极度健康,非常长寿;因为他已经活到了九十岁。
§36.16.3ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθʼ αὑτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι διʼ ἡμέρας ἔμενε, καθεζόμενος δὲ πάλιν οὐκ ἠγείρετο.
他在身体素质上也是同时代人中最强健的,当需要站立时,他整天都会站在同一个脚印里不移动,而坐下时,他也从不轻易起身。
§36.16.4καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν.
而且他昼夜不停地忍受着骑马的劳苦,身体没有受到任何损害。
σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως· §36.16.5ἔχων ἐνενήκοντʼ ἔτη, καθʼ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς ἐννέα.
他的身体力量的证据是:当他在九十岁去世时,留下了一个四岁的儿子,名叫斯滕巴诺斯,此人后来被米奇普萨收为养子,此外还有九个儿子。
§36.16.6διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βασιλείαν.
由于这些儿子们彼此之间的和睦,他使自己的王国在整个生命中都免于任何阴谋和任何家族内部的玷污。
§36.16.7τὸ δὲ μέγιστον καὶ θειότατον τούτου· τῆς γὰρ Νομαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούσης καὶ νομιζομένης ἀδυνάτου τῇ φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, §36.16.8πρῶτος καὶ μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρποὺς οὐδʼ ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν διαστάσει μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφόρους.
而关于他最伟大、最神奇的事情则是:以前整个努米底亚都是荒芜的,并且被认为天生不可能生产温和作物,他通过为每个儿子在不同地方开辟了面积达一万普勒特拉、生产各种作物的农田,第一个也是唯一一个证明了这里同样能够生产所有的温和作物,丝毫不逊色于其他地方。
§36.16.9τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτʼ ἄν τις εὐλόγως ἐπιφθέγξαιτο καὶ δικαίως.
因此,在他逝世之际,人们理所当然且公正地可以说出这样的话。
§36.16.10ὁ δὲ Σκιπίων παραγενόμενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα. —
而西庇阿在国王死后第三天抵达奇尔塔,妥善处理了一切事务。
§36.16.11Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον· §36.16.12ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν ὅτι τοῦτο ποιεῖ
— 波利比乌斯记载,马萨纳萨斯在九十岁时去世,留下了由他所生的一个四岁幼儿;并且在他死前不久,他在一场大战中击败了迦太基人,第二天有人看到他在帐篷前吃着脏面包,并对那些感到惊讶的人说,他这样做是……

词汇与语法注释

  1. §36.16.3ὅς, ὅτε μὲν στῆναι δέοι — 关系代词 ὅς 修饰主句的主语(马萨纳萨斯)。在此从句中,嵌套的时间从句 ὅτε ... δέοι 伴随希求法(δέοι)表示过去的一般性重复(“每当需要……时”)。
  2. §36.16.7τὸ δὲ μέγιστον καὶ θειότατον τούτου — 置于句首的一种独立宾格或独立主格同格表达。提出“关于他最伟大、最神圣的事”以引起注意,并由接下来的整个句子解释其具体内容(农田开辟)。
  3. §36.16.7τῆς γὰρ Νομαδίας ἁπάσης ἀχρήστου... ὑπαρχούσης — 属格独立结构。以 τῆς Νομαδίας ἁπάσης 为逻辑主语,ἀχρήστου... ὑπαρχούσης 为分词短语,对后文的主句动词 ὑπέδειξε 起到让步性的背景说明作用(“尽管以前整个努米底亚都是荒芜的”)。
  4. §36.16.12ὅτι τοῦτο ποιεῖ — 连词 ὅ提 引导传闻的间接引语。句子在此处中断,表明马萨纳萨斯实际发言(“他这样做是因为……”)的结尾部分已经缺失。

引用这一段

波利比奥斯, 历史 §36.16.1-36.16.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.16.1-36.16.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。