§36.14.1ὅτι Ῥωμαῖοι ἔπεμψαν πρεσβευτὰς τοὺς ἐπιληψομένους τῆς ὁρμῆς τῆς τοῦ Νικομήδους καὶ κωλύσοντας τὸν Ἄτταλον πολεμεῖν τῷ Προυσίᾳ, καὶ κατεστάθησαν Μάρκος Λικίννιος,
ローマ人たちは、ニコメデスの進撃を阻止し、アッタロスがプルシアスと戦争をするのを阻むために使節を派遣した。
§36.14.2ἄνθρωπος ποδαγρικὸς καὶ τελείως ἀδύνατος τοῖς ποσί, καὶ μετὰ τοῦτον Αὖλος Μαγκῖνος, ὃς κεραμίδος εἰς τὴν κεφαλὴν ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας οὐλὰς εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυμαστὸν εἶναι πῶς ἐσώθη, καὶ Λεύκιος Μαλλέολος, ὃς πάντων ἐδόκει Ῥωμαίων ἀναισθητότατος ὑπάρχειν.
そして、マルクス・リキニウス、すなわち痛風を患い足が完全に不自由な男、そしてその次には、頭に瓦が落ちてきて、頭部に非常に大きくて多数の傷跡を残したため、どうやって命拾いしたのか不思議なほどであったアウルス・マンキヌス、さらに、すべてのローマ人の中で最も愚鈍であると思われていたルキウス・マッレオルスが選出された。
§36.14.3τῆς δὲ πράξεως προσδεομένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς τὴν χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι.
しかし、この任務は迅速さと大胆さを必要としていたのに対し、任命された者たちはこの任務に極めて不適任であると思われた。
§36.14.4διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπολόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικομήδην γηράσαντʼ ἐν τῇ βασιλείᾳ·
それゆえ、カトと呼ばれるマルクス・ポルキウスが元老院で次のように言ったと伝えられている。 すなわち、プルシアスが先に滅びてしまうだけでなく、ニコメデスもまた王位にあって老いることになるだろう、と。
§36.14.5πῶς γὰρ οἷόν τε καταταχῆσαι, πῶς δὲ καταταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν.
なぜなら、足も頭も心臓も持たない使節が、どうして急ぐことができようか、また急いだところで、どうして何かを成し遂げることができようか。
—
—