Humanitext Reader

波利比奥斯 · 历史 §36.14.1-36.14.5

罗马使节的缺陷与卡托的嘲讽

第 1277 段,共 1311 段 · 希腊语

内容简介

罗马派遣三名使节调解小亚细亚的冲突,但他们身体或智力上均有严重缺陷。卡托在元老院中无情地嘲讽,称一个既无脚、无头又无心的使团将一事无成。

§36.14.1ὅτι Ῥωμαῖοι ἔπεμψαν πρεσβευτὰς τοὺς ἐπιληψομένους τῆς ὁρμῆς τῆς τοῦ Νικομήδους καὶ κωλύσοντας τὸν Ἄτταλον πολεμεῖν τῷ Προυσίᾳ, καὶ κατεστάθησαν Μάρκος Λικίννιος, §36.14.2ἄνθρωπος ποδαγρικὸς καὶ τελείως ἀδύνατος τοῖς ποσί, καὶ μετὰ τοῦτον Αὖλος Μαγκῖνος, ὃς κεραμίδος εἰς τὴν κεφαλὴν ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας οὐλὰς εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυμαστὸν εἶναι πῶς ἐσώθη, καὶ Λεύκιος Μαλλέολος, ὃς πάντων ἐδόκει Ῥωμαίων ἀναισθητότατος ὑπάρχειν.
罗马人派遣使节,旨在遏制尼科美德斯的攻势,并阻止阿塔罗斯与普鲁西阿斯交战;被任命的是马尔库斯·利基尼乌斯,他患有痛风,双脚完全瘫痪;其次是奥卢斯·曼基努斯,他因被瓦片砸中头部,头上留下了如此之多、如此之大的伤疤,以至于他能活下来简直是个奇迹;还有卢修斯·马莱奥卢斯,他被认为是所有罗马人中最愚蠢的。
§36.14.3τῆς δὲ πράξεως προσδεομένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς τὴν χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι.
而这项任务需要迅速与大胆,被任命的这些人显然最不适合这一职责。
§36.14.4διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπολόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικομήδην γηράσαντʼ ἐν τῇ βασιλείᾳ· §36.14.5πῶς γὰρ οἷόν τε καταταχῆσαι, πῶς δὲ καταταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν.
因此,据说被称为卡托的马尔库斯·波尔基乌斯在元老院中说,不仅普鲁西阿斯会先一步灭亡,连尼科美德斯也会在王位上终老;因为一个既无双脚、又无头部、更无心脏的使团,怎么可能加快速度,又或者,即便加快了速度,又怎能有所成就呢?

词汇与语法注释

  1. 36.14.1τοὺς ἐπιληψομένους ... καὶ κωλύσοντας — 将来时主动分词,表示目的(“为了……”)。
  2. 36.14.4ἀπολόμενον φθάσαι — 动词 φθάνω 与分词 ἀπολόμενον 结合的句型,表示“先于……而(灭亡)”。
  3. 36.14.5μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν — 现在分词阴性单数宾格 ἔχουσαν 修饰阴性名词 τὴν πρεσβείαν(使团)。此处采用比喻,将三位使节的缺陷(足、头、心)对应于“既无脚、无头又无心的使团”。

引用这一段

波利比奥斯, 历史 §36.14.1-36.14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.14.1-36.14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。