§34.7.1ἑξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν εὖ, τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος.
次に彼(ポリュビオス)はエラトステネスの説を修正するが、ある点ではうまく行い、別の点では彼よりも不正確に述べている。
§34.7.2ἐξ Ἰθάκης μὲν γὰρ εἰς Κόρκυραν τριακοσίους εἰπόντος, πλείους φησὶν εἶναι τῶν ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος, πλείους τῶν δισχιλίων φησί.
というのも、エラトステネスがイタケからコルキュラまでを300スタディオンと言ったのに対し、ポリュビオスは900以上であると言い、またエピダムノスからテッサロニケイアまでを900としたのに対し、2000以上であると言うからである。
ταῦτα μὲν εὖ,
これらはうまく修正している。
§34.7.3ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας, ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους·
しかし、マッサリアから柱までを7000、ピュレネからは6000とエラトステネスが言っているのに対し、彼自身は、マッサリアからは9000以上、ピュレネからは8000よりわずかに少ないと言って、より不正確に述べている。
ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν.
なぜなら、あちら(エラトステネス)の方が真実に近いことを言っているからである。
§34.7.4οἱ γὰρ νῦν ὁμολογοῦσιν, εἴ τις τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑποτέμνοιτο, μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς ἑσπερίου πλευρᾶς.
というのも、現代の者たちは、もし道路の屈曲を差し引くならば、ピュレネから西の端までのイベリア全体の長さは6000スタディオンを超えないということで合意しているからである。
§34.7.5ὁ δʼ αὐτὸν τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν, οὐ δήπου τὸ σὺν τοῖς σκολιώμασιν — οὐ γὰρ γεωγραφικὸν τοῦτο — ἀλλʼ ἐπʼ εὐθείας λέγων·
しかし彼(ポリュビオス)は、タゴス川自体の長さを水源から河口まで8000スタディオンと想定しているが、まさか曲流を含めた長さではなく――それでは地理学的ではないから――直線的な長さとして言っているのである。
καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον διέχουσιν ἢ χιλίους σταδίους.
それにもかかわらず、タゴス川の水源はピュレネから1000スタディオン以上離れているのだ。
§34.7.6πάλιν δὲ τοῦτο μὲν ὀρθῶς ἀποφαίνεται ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης καὶ διότι περὶ αὐτῆς ἔσθʼ ὅπου τὰ μαχόμενα ἀποφαίνεται,
他方で、次のことを彼(ポリュビオス)が指摘しているのは正しい。 すなわち、エラトステネスはイベリアの地理について無知であり、それに関して時に矛盾した主張をしているということである。
§34.7.7ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας τὰ ἔξωθεν αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν Γαλατῶν οὐδαμοῦ μέμνηται.
なぜなら、エラトステネスはガデイラに至るまでイベリアの外側はガラテア人によって周囲を取り囲まれていると言い――もし彼らがヨーロッパの西側をガデイラまで領有しているとするならば――、このことを忘れて、イベリアの周回においてはガラテア人のことをどこにも言及していないからである。
§34.7.8τὸ δὲ μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν ποιεῖται.
また、ポリュビオスはヨーロッパの長さがリビアとアジアを合わせた長さよりも短いということを提示しているが、その比較を正しく行っていない。
§34.7.9τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς·
というのも、彼は、柱のところの入り口は二分点の日の入りの方向にあり、タナイス川は夏至の日の出の方向から流れていると言うからである。
§34.7.10ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς·
したがって、ヨーロッパの長さは夏至の日の出と二分点の日の出の間の距離の分だけ、二つの大陸を合わせた長さよりも短くなる。
τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου.
なぜなら、北極側の半円において、アジアはこの部分を二分点の日の出に向かって先取りしているからである。
—
προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, §34.7.11βέλτιον μὲν οὗτος εἴρηκε περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς.
―― ヨーロッパは多くの岬を突き出しているが、これらについて、彼(ポリュビオス)はエラトステネスよりも良く述べているが、いまだ十分ではない。
§34.7.12ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφʼ ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφʼ ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφʼ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντʼ ἔθνη καὶ τοῦ Τανάιδος·
なぜなら、あちら(エラトステネス)は三つの半島があると言い、第一は柱の方へ延びるものでその上にはイベリアがあり、第二は海峡の方へ延びるものでその上にはイタリアがあり、第三はマレアのところのものでその上にはアドリア海とエウクセイノス海およびタナイス川の間のすべての諸民族があるとしたからである。
§34.7.13οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφʼ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, §34.7.14τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφʼ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά — ἔχουσι δʼ αὐτὴν Θρᾷκες — πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος.
しかし彼(ポリュビオス)は、最初の二つは同様に提示するが、第三のものとしてマレアとスニオンのところのものを挙げ、その上にはギリシア全体、イリュリス、およびトラキアの一部があるとし、第四のものとしてトラキアのケッロネソスのところのものを挙げ、その上にはセストスとアビュドスのところの海峡があり――トラキア人がそこを領有している――、第五のものとしてキンメリアのボスボロスとマイオティスの口のところのものを挙げている。