§34.8.1Πολύβιος δʼ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι.
メガロポリスのポリュビオスは『歴史』の第三十四巻において、イベリアのルシタニア地方について論じる中で、そこの海には海底にドングリが生えており、マグロはその実を食べて肥えるのだと言っている。
§34.8.2διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. —
それゆえ、マグロは海の豚であると言っても、人は誤りではないだろう。
§34.8.3λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ. —
τὴν κατὰ Λυσιτανίαν — §34.8.4χώρα δʼ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι — διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται·
— またポリュビオスは、このドングリはラティウムにまで流れ着くと言っている。 ただし、彼が言うには、サルディニアやその近隣の土地もそれを産するのでなければ、であるが。 — ルシタニアにおける―― この地方はイベリアの一部であり、現在ローマ人はスパーニアと呼んでいるが――その豊かさを描写して、メガロポリスのポリュビオスは『歴史』の第三十四巻の中で次のように言っている。 すなわち、そこでは気候の温和さのゆえに、動物も人間も多産であり、その地の作物が損なわれることは決してない、と。
§34.8.5ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν,
なぜなら、そこではバラやニオイアラセイトウ、アスパラガス、およびこれらに類するものは、三ヶ月以上絶えることはないからである。
§34.8.6τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ.
また、海の魚介は、その量においても、質の良さにおいても、美しさにおいても、私たちの海で捕れるものに対して大きな違いを見せている。
§34.8.7καὶ ὁ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν·
そして、大麦のシケリア・メディムノスは一ドラクマであり、小麦のそれはアレクサンドリアの九オボロスである。
§34.8.8τοῦ δʼ οἴνου δραχμῆς ὁ μετρητὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς.
また、ワイン一メトレテスは一ドラクマ、中き大の小ヤギは一オボロス、野ウサギも同様である。
τῶν δʼ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή.
子羊の価格は三オボロスまたは四オボロスである。
ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν.
百ムナの重さのある肥えた豚は五ドラクマ、羊は二ドラクマである。
τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, §34.8.9μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα.
乾燥イチジク一タラントンは三オボロス、子牛は五ドラクマ、役牛は十ドラクマである。
§34.8.10τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλʼ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.
また野生の獣の肉は、ほとんど価格をつける価値さえ認められず、人々はこれらの交換を無償の提供や贈り物として行うのである。