§34.7.1ἑξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν εὖ, τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος.
接下来,他纠正了埃拉托斯特尼的观点,有些地方纠正得很好,有些地方却说得比那个人还要差。
§34.7.2ἐξ Ἰθάκης μὲν γὰρ εἰς Κόρκυραν τριακοσίους εἰπόντος, πλείους φησὶν εἶναι τῶν ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος, πλείους τῶν δισχιλίων φησί.
因为当埃拉托斯特尼说从伊萨卡到科尔库拉为三百斯塔德时,波里比乌斯说实际上超过九百;而当埃拉托斯特尼把从埃皮达姆诺斯到塞萨洛尼基的距离算作九百时,他说实际超过两千。
ταῦτα μὲν εὖ, §34.7.3ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας, ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους· ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν.
这些地方纠正得很好,但当埃拉托斯特尼说从马赛到赫拉克勒斯之柱为七千斯塔德,从比利牛斯山起为六千时,他自己却说得更差,声称从马赛出发超过九千,而从比利牛斯山出发则仅比八千稍近;因为那个人说得更接近事实。
§34.7.4οἱ γὰρ νῦν ὁμολογοῦσιν, εἴ τις τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑποτέμνοιτο, μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς ἑσπερίου πλευρᾶς.
因为今天的人们一致认为,如果扣除道路的曲折起伏,从比利牛斯山到西侧的整个伊比利亚半岛的长度不超过六千斯塔德。
§34.7.5ὁ δʼ αὐτὸν τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν, οὐ δήπου τὸ σὺν τοῖς σκολιώμασιν — οὐ γὰρ γεωγραφικὸν τοῦτο — ἀλλʼ ἐπʼ εὐθείας λέγων· καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον διέχουσιν ἢ χιλίους σταδίους.
然而,他却将塔霍斯河本身从水源到河口的长度定为八千斯塔德,这当然不是指包含弯道在内的长度——因为那不符合地理学的做法——而是指直线的距离;可是,塔霍斯河的源头距离比利牛斯山还超过了一千斯塔德。
§34.7.6πάλιν δὲ τοῦτο μὲν ὀρθῶς ἀποφαίνεται ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης καὶ διότι περὶ αὐτῆς ἔσθʼ ὅπου τὰ μαχόμενα ἀποφαίνεται,
另一方面,他正确地指出,埃拉托斯特尼对伊比利亚的事情一无所知,并且在这个问题上,有时会发表相互矛盾的看法。
§34.7.7ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας τὰ ἔξωθεν αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν Γαλατῶν οὐδαμοῦ μέμνηται.
因为他曾说过,直到加代拉为止,伊比利亚的外围都被高卢人所环绕——如果那些人确实占领了欧洲西部一直到加代拉的部分——但他却忘记了这些话,在对伊比利亚的巡行描述中根本没有提到高卢人。
§34.7.8τὸ δὲ μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν ποιεῖται.
此外,他在阐明欧洲的长度小于利比亚和亚洲两者的总和时,所做的比较是不正确的。
§34.7.9τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς· §34.7.10ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς· τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου.
因为他说,赫拉克勒斯之柱处的出口位于春分/秋分日落的方向,而塔奈斯河则从夏至日出的方向流出;因此,欧洲的长度确实比两者的总长度少了夏至日出和春分/秋分日出之间的那一截;因为在北半球,亚洲朝向春分/秋分日出的方向占据了这一部分。
—
προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, §34.7.11βέλτιον μὲν οὗτος εἴρηκε περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς.
—— 尽管欧洲有许多突出的岬角(半岛),波里比乌斯关于这些岬角的叙述虽然比埃拉托斯特尼要好,但仍然不够充分。
§34.7.12ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφʼ ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφʼ ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφʼ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντʼ ἔθνη καὶ τοῦ Τανάιδος·
因为那个人曾说有三个半岛:第一个是向赫拉克勒斯之柱延伸的,上面有伊比利亚;第二个是向海峡延伸的,上面有意大利;第三个是在马利亚附近的,上面有亚得里亚海、黑海和塔奈斯河之间的所有民族。
§34.7.13οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφʼ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, §34.7.14τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφʼ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά — ἔχουσι δʼ αὐτὴν Θρᾷκες — πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος.
而此人(波里比乌斯)同样列出了前两个,但将第三个定为在马利亚和苏尼翁附近的半岛,上面有整个希腊、伊利里斯以及色雷斯的一部分;第四个是在色雷斯切尔松奈索斯附近的,上面有塞斯托斯和阿比多斯的海峡——色雷斯人占领着它;第五个则是在辛梅里安博斯普鲁斯和马奥蒂斯海口附近的。