§34.10.1Πολύβιος δʼ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, διʼ οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον, ῥέοντας παρὰ πόλεις ὁμωνύμους, κατοικουμένας ὑπὸ Κελτῶν.
ポリュビオスは『歴史』第34巻において、ピレネー山脈の後にナルボン川に至るまで平野があり、そこをイレベリス川とロスクノス川が流れ、これらはケルト人の居住する同名の都市の傍らを流れていると言っている。
§34.10.2ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς.
さて、この平野には、いわゆる「掘り出される魚」がいる。
§34.10.3εἶναι δὲ τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν·
この平野は土壌が薄く、多くのギョウギシバが自生している。
ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις, ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ,
その下は土が砂交じりになっており、二、三ペーキュスの深さにわたって、川から溢れ出た水が地下を流れている。
§34.10.4μεθʼ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς — φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ — πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. —
その水とともに、川の氾濫の際に魚たちが食物を求めて(というのも、彼らはギョウギシバの根を好むからである)地中に潜り込み、平野全体を地下の魚で満たしており、人々はそれを掘り出して捕らえる。
§34.10.5περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος ἐπιτιμᾷ Τιμαίῳ, φήσας εἶναι μὴ πεντάστομον, ἀλλὰ δίστομον. —
また、ローヌ川の河口について、ポリュビオスはティマイオスを非難し、河口は五つではなく、二つであると述べている。
§34.10.6ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει.
ロワール川はピクトネス人とナムニテス人の間を流れて海に注ぐ。
πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων,
かつてこの川沿いにコルビロンという交易地があり、それについてポリュビオスは、ピュテアスによって語られた作り話に言及し、次のように述べている。
§34.10.7ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρετταννικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δʼ ἐθάρρησε τοσαῦτα ψεύσασθαι.
すなわち、スキピオに会ったマッサリア人のうち、ブリタニアについてスキピオから尋ねられた際、記憶に値することを何一つ語ることができた者はおらず、ナルボンの者たちもコルビロンの者たちも同様であった、これらはこの地方で最も優れた都市であったにもかかわらず。
—
それなのに、ピュテアスはこれほど多くの嘘をつく大胆さを持っていた、と。
§34.10.8φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος, ταῦτα δʼ ἐοικέναι κάπρῳ·
またポリュビオスは、その地に奇妙な姿をした動物が生まれると言っている。 その姿は首と被毛を除けば鹿に似ており、それらはイノシシに似ている。
§34.10.9ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος. —
その顎の下には、長さ一スパンほどで、先端に毛の生えた、子馬の尾ほどの太さの突起がある。
§34.10.10ἔτι φησὶ Πολύβιος ἐφʼ ἑαυτοῦ κατʼ Ἀκυληίαν μάλιστα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον οὕτως εὐφυὲς ὥστʼ ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν.
さらにポリュビオスは、彼の時代に、アクイレイアの近く、とりわけノリクムのタウリスキ人の地で、極めて質の良い金鉱が発見され、地表の土をわずか二フィートほど取り除くだけで、すぐに掘り出せる金が見つかったと言っている。
§34.10.11τὸ δʼ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν.
その採掘坑は十五フィートを超えるものではなかった。
§34.10.12εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρόν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς.
そしてその金は、あるものはそのままで純粋であり、空豆やエジプトマメほどの大きさで、わずか八分の一だけを熱して精錬すればよく、別のものはより多くの融解を必要とするが、非常に利益が大きかった。
§34.10.13συνεργασαμένων δὲ τοῖς βαρβαροῖς τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθʼ ὅλην τὴν Ἰταλίαν.
イタリア人が現地人と二ヶ月間共同で作業したところ、たちまちイタリア全土で金が三分の一安くなった。
§34.10.14αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους. —
これに気づいたタウリスキ人は、共同作業者たちを追い出して、金を独占した。
§34.10.15ὁ δʼ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον, τὸ Λύκαιον, Παρνασσόν, Ὄλυμπον, Πήλιον, Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον, Ῥοδόπην, Δούνακα.
また同じ著者は、アルプス山脈の大きさと高さについて語る際、ギリシアにおける最大の山々、すなわちタイゲトス、リュカイオス、パルナッソス、オリンポス、ペリオン、オッサ、そしてトラキアのハイモス、ロドペ、ドゥナクスを比較に挙げている。
§34.10.16καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, §34.10.17τὰς δʼ Ἄλπεις οὐδʼ ἂν πεμπταῖος ἀναβαίη τις·
そして、これらの山々の各々は、身軽な者ならほぼ一日で登ることが可能であり、一日で一周することもできるが、アルプスは五日かかっても登ることはできない、と言っている。
τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία.
その長さは、平野に沿って延びている部分で二千二百スタディオンである。
§34.10.18τέτταρας δʼ ὑπερβάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις.
彼は四つの峠だけを名指しており、リグリア人を通るルートがティレニア海に最も近く、次にハンニバルが通ったタウリニ人を通るルート、次にサラッシ人を通るルート、四番目にライティア人を通るルートであり、そのすべてが険しい崖のようになっている。
§34.10.19λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας, ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ ἑκατὸν τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς Μίγκιος·
また、山々の中には多くの湖があるが、三つの巨大な湖があり、そのうちベナコス湖は長さ五百スタディオン、幅百三十スタディオンで、ミンキオス川が流れ出ている。
§34.10.20ἡ δʼ ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν·
次に続くラリオス湖は長さ四百スタディオンで、幅は前のものより狭く、アドゥアス川が流れ出ている。
§34.10.21τρίτη δὲ Οὐερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τίκινον.
三番目のウェルバノス湖は長さおよそ三百スタディオン、幅三十スタディオンで、大河ティキノス川が流れ出ている。
πάντες δʼ εἰς τὸν Πάδον συρρέουσι.
これらはすべてパドス川に合流する。