Humanitext Reader

波利比奥斯 · 历史 §34.10.1-34.10.21

高卢风物诺里库姆金矿与阿尔卑斯地理

第 1253 段,共 1311 段 · 希腊语

内容简介

根据波里比乌斯的记载,介绍了高卢地区奇特的地下鱼、罗讷河的河口数量、毕提亚斯关于科尔比隆贸易中心的谎言、诺里库姆金矿的发现,以及阿尔卑斯山的规模、主要山口和三大湖泊。

§34.10.1Πολύβιος δʼ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, διʼ οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον, ῥέοντας παρὰ πόλεις ὁμωνύμους, κατοικουμένας ὑπὸ Κελτῶν.
波里比乌斯在《历史》第三十四卷中说,穿过比利牛斯山脉后,直到纳尔博河有一片平原,伊勒贝里斯河和罗斯克诺斯河流经其中,它们流经同名的城市,这些城市由凯尔特人居住。
§34.10.2ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς.
那么,在这片平原上,有所谓的“掘地之鱼”。
§34.10.3εἶναι δὲ τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις, ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ, §34.10.4μεθʼ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς — φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ — πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν.
这片平原土层薄,生长着许多野草;而在其下,由于土地在两三肘的深度内呈沙质,从河流中漫流出的水在地下流淌,鱼儿在河水溢流时随水潜入地下寻找食物——因为它们喜爱野草的根部——从而使整个平原都充满了地下鱼,人们通过掘地来捕捉它们。
§34.10.5περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος ἐπιτιμᾷ Τιμαίῳ, φήσας εἶναι μὴ πεντάστομον, ἀλλὰ δίστομον.
关于罗讷河的河口,波里比乌斯指责提迈阿斯,称其不是五口,而是双口。
§34.10.6ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει.
卢瓦尔河在皮克托内斯人和纳姆尼特斯人之间注入大海。
πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, §34.10.7ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρετταννικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δʼ ἐθάρρησε τοσαῦτα ψεύσασθαι.
以前,这条河畔曾有科尔比隆这一贸易中心,波里比乌斯曾提到它,并谈及皮特阿斯所编造的神话,即:在与西庇阿会面的马萨里亚人中,当西庇阿询问关于不列颠的情况时,没有人能说出任何值得记住的事情,纳尔博和科尔比隆(它们是该地区最好的城市)的人也是如此,然而皮特阿斯却竟敢撒下如此多的谎言。
§34.10.8φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος, ταῦτα δʼ ἐοικέναι κάπρῳ· §34.10.9ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.
波里比乌斯还说,在这些地方还生长着一种形状奇特的动物,其体态像鹿,但颈部和毛发除外,这两者像野猪;在它的下颌下有一块约一掌长、顶端长毛的肉突,粗细如小马的尾巴。
§34.10.10ἔτι φησὶ Πολύβιος ἐφʼ ἑαυτοῦ κατʼ Ἀκυληίαν μάλιστα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον οὕτως εὐφυὲς ὥστʼ ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν.
波里比乌斯还说,在他那个时代,在阿奎莱亚附近,特别是在诺里库姆的陶里斯基人中,发现了一个非常优质的金矿,只要扒开两尺深的表土,立刻就能发现可挖掘的黄金。
§34.10.11τὸ δʼ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν.
挖掘的坑道深度不超过十五尺。
§34.10.12εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρόν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς.
至于这些黄金,有的生来就是纯净的,如蚕豆或羽扇豆大小,只需炼掉八分之一的杂质,而另一种则需要更多的熔炼,但极其有利可图。
§34.10.13συνεργασαμένων δὲ τοῖς βαρβαροῖς τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθʼ ὅλην τὴν Ἰταλίαν.
意大利人与蛮族共同工作两个月,整座意大利的黄金价格立刻便宜了三分之一。
§34.10.14αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους. —
陶里斯基人察觉到这一点后,便将共同工作的人赶走,实行垄断。
§34.10.15ὁ δʼ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον, τὸ Λύκαιον, Παρνασσόν, Ὄλυμπον, Πήλιον, Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον, Ῥοδόπην, Δούνακα.
同一位作者在谈到阿尔卑斯山的大小和高度时,将其与希腊最大的山脉进行了对比:泰格托斯山、吕凯奥斯山、帕尔纳索斯山、奥林匹斯山、培利翁山、奥萨山,以及色雷斯的海莫斯山、罗多彼山、杜纳克斯山。
§34.10.16καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, §34.10.17τὰς δʼ Ἄλπεις οὐδʼ ἂν πεμπταῖος ἀναβαίη τις· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία.
他说,这些山中的每一座,轻装前行的人几乎都可以在当天登顶,也能够在当天环绕一周,但阿尔卑斯山即使在第五天也无法登顶;其长度为二千二百斯塔迪亚,沿着平原延伸。
§34.10.18τέτταρας δʼ ὑπερβάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις.
他只指出了四个山口:穿过利古里亚人的那一条最靠近第勒尼安海,然后是穿过陶里尼人的那一条(汉尼拔曾由此通过),接着是穿过萨拉西人的那一条,第四条是穿过雷蒂人的那一条,所有这些山口都极其陡峭。
§34.10.19λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας, ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ ἑκατὸν τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς Μίγκιος· §34.10.20ἡ δʼ ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν· §34.10.21τρίτη δὲ Οὐερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τίκινον.
他说,山中有很多湖泊,其中有三个大湖,其一贝纳科斯湖长五百斯塔迪亚,宽一百三十斯塔迪亚,明基奥斯河流出;紧接着的拉里奥斯湖长四百斯塔迪亚,宽度比前一个窄,阿杜阿河流出;第三个韦尔巴诺斯湖长近三百斯塔迪亚,宽三十斯塔迪亚,流出大河蒂基诺斯河。
πάντες δʼ εἰς τὸν Πάδον συρρέουσι.
所有这些河流都汇入帕多斯河。

词汇与语法注释

  1. §34.10.3διάμμου τῆς γῆς οὔσης — 属格独立分词结构(genitive absolute),其中 οὔσης 为分词,τῆς γῆς 为其逻辑主语。形容词 διάμμου 作表语,表示“土地呈沙质”。
  2. §34.10.7ὅτι Μασσαλιωτῶν... — 由 ὅτι 引导的从句依附于前文的分词短语 μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων(提及毕提亚斯所编造的神话),并具体展开其虚构内容。整句将马萨里亚人的一无所知与毕提亚斯说谎之大胆进行了对比。
  3. §34.10.12τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος — 属格独立分词结构(genitive absolute),字面意思是“仅有八分之一被熔炼掉”。这指黄金的精炼过程,说明开采出的矿石纯度极高,精炼时仅损失八分之一的杂质。
  4. §34.10.16μικροῦ δεῖν — 包含无人称动词 δεῖ 的不定式的惯用副词短语,意为“几乎”、“差一点”。此处它修饰时间副词 αὐθημερὸν(在当天),强调登山或环绕山体几乎可以在一天之内完成。

引用这一段

波利比奥斯, 历史 §34.10.1-34.10.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.10.1-34.10.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。