§34.11.1Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι.
ポリュビオスは、カプアでは「アナデンドリテス」と呼ばれる優れたブドウ酒が造られ、これには他のいかなるものも比較にならないと言っている。
— §34.11.2φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δʼ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν.
またポリュビオスは、イアピュギアから海峡に至る沿岸は、陸路では三千スタディオンであり、シケリア海に洗われており、航海する者にとってはさらに五百スタディオン少ないと言っている。
— §34.11.3τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων·
また、トゥレニアの最大長はルーナからオスティアに至る沿岸部でおよそ二千五百スタディオンであると言われている。
πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν.
幅は山脈に近い方では(長さの)半分未満である。
εἰς μὲν οὖν Πίσας ἀπὸ Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν δʼ εἰς Οὐολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δʼ ἐνθένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοί φασι.
さて、ルーナからピサイまでは四百スタディオン以上あり、そこからウォラテッラエまでは二百八十、さらにそこからポプロニオンまでは二百七十、ポプロニオンからコサまでは八百近くであるが、六百だと言う人々もいる。
Πολύβιος δʼ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει.
ポリュビオスは適切ではなく、その合計を千三百三十と言っている。
—
Αἰθάλη, νῆσος Τυρσηνῶν.
—アイタレは、トゥルセニア人の島である。
§34.11.4Πολύβιος δʼ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι.
ポリュビオスは第34巻の中で、レムノス島がアイタレイアと呼ばれていると言っている。
—
καλοῦσι δʼ αὐτὸν Κρατῆρα, §34.11.5ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον.
—また、人々はそれを「クラテル」と呼んでいる、ミセヌムからアテナイオンに至る二つの岬の間で、湾入している。
ὑπὲρ δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων.
これらの海岸の上方にはカンパニア地方全体が位置しており、すべての平野の中で最も恵まれた平野である。
§34.11.6Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι.
アンティオコスは、この地方にはオピコイ人が住んでおり、彼らはアウソネス人とも呼ばれていると言っている。
§34.11.7Πολύβιος δʼ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα·
しかしポリュビオスは、これらを二つの民族と考えていることを示している。
Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν Κρατῆρα.
というのも、オピコイ人とアウソネス人がクラテル(湾)の周辺のこの地方に住んでいると言っているからである。
—
Πολύβιος δʼ ἀπὸ τῆς Ἰαπυγίας μεμιλιάσθαι φησί, §34.11.8καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς Σίλαν πόλιν, ἐντεῦθεν δʼ εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ.
—またポリュビオスは、イアピュギアからマイルストーンが設置されていると言っており、シラス市までは五百六十二マイル、そこからアクイレイアまでは百七十八マイルであると言っている。
—
μετὰ δὲ ταύτας τὸ Λακίνιον, §34.11.9Ἥρας ἱερόν, πλούσιόν ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν.
—これらの後にラキニオンがあり、ヘラの神殿があり、かつては富裕で、多くの奉納物で満ちていた。
§34.11.10τὰ διάρματα δʼ οὐκ εὐκρινῶς λέγεται·
海を渡る距離は明確には語られていない。
πλὴν ὥς γε ἐπὶ τὸ πολὺ σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου Πολύβιος ἀποδίδωσι χιλίους καὶ τριακοσίους, §34.11.11ἐντεῦθεν δὲ καὶ δίαρμα εἰς ἄκραν Ἰαπυγίαν ἑπτακοσίους.
ただし、概ねとしては、ポリュビオスは海峡からラキニオンまでを千三百スタディオンとしており、そこからイアピュギア岬までの渡海距離を七百スタディオンとしている。
— §34.11.12Πολύβιος δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι φησὶν ἐκ μέρους, τοὺς δὲ συμμένειν·
ポリュビオスは、三つの噴火口のうち、一つは部分的に崩壊したが、他の二つは残っていると言っている。
§34.11.13τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων, κατʼ ὀλίγον δὲ συνάγεσθαι εἰς πεντήκοντα ποδῶν διάμετρον·
最も大きいものは、縁が円周五スタディオンあり、徐々に縮まって直径五十フィートになっている。
§34.11.14καθʼ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε καθορᾶν ταῖς νηνεμίαις.
その深さは海面まで一スタディオンあり、風のない時には見下ろすことができる。
[εἰ δὲ ταῦτʼ ἐστὶ πιστά, οὐκ ἀπιστητέον ἴσως οὐδὲ τοῖς περὶ Ἐμπεδοκλέους μυθολογηθεῖσιν.
[もしこれが信頼できるなら、エンペドクレスについて語られる伝説も、おそらく不信に付すべきではない。
§34.11.15] ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι·
] さて、もし南風が吹こうとしているなら、島の周囲に霧のような靄が立ち込め、遠くないシケリアさえも見えなくなると彼は言う。
ὅταν δὲ βορέας, §34.11.16φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους·
他方、北風のときは、先の噴火口から澄んだ炎が空高く立ち上り、より大きな轟音が放たれる。
τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν.
そして西風は中間の状態にある。
§34.11.17τοὺς δʼ ἄλλους κρατῆρας ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων·
他の噴火口も同種ではあるが、噴出の勢いにおいて劣っている。
§34.11.18ἔκ τε δὴ τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν.
轟音の違いや、噴出、炎、煤の立ち上り始める場所から、三日後に再び吹くことになる風が予兆される。
§34.11.19τῶν γοῦν ἐν Λιπάραις γενομένης ἀπλοίας προειπεῖν τινάς φησι τὸν ἐσόμενον ἄνεμον καὶ μὴ διαψεύσασθαι.
現にリパラ諸島では、航行不能が生じた際に、これから吹く風を予言し、それが外れなかった人々がいる、と彼は言っている。
§34.11.20ἀφʼ οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν, ἀλλʼ αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων τὸν Αἴολον.
このことから、詩人によって語られた極めて神話的と思われることが、無駄に語られたのではなく、アイオロスを風の管理支配者と呼ぶとき、彼が真実を暗に示していたことが明らかになるのである。