§33.9.1ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς Ῥωμαίους κακῶς πάσχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστίνων, παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Ποπίλιον Λαινᾶτον καὶ Λεύκιον Πόπιον πρεσβευτάς.
マッサリア人たちがローマ人に対して、自分たちがリグリア人によってひどい目に遭わされていると使節を送って訴えたので、[ローマ人たちは]ただちにフラミニウス、ポピリウス・ライナス、およびルキウス・ポピウスを使節に任命した。
§33.9.2οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ πόλιν Αἴγιτναν.
彼らはマッサリア人たちと共に航海し、オクシュビオイ人の土地のアイギトナという町に向かって接岸した。
§33.9.3οἱ δὲ Λιγυστῖνοι προακηκοότες ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες ἐκώλυσαν τῆς ἀποβάσεως,
しかしリグリア人たちは、彼らが自分たちに包囲を解くよう命じるためにやって来たのだとあらかじめ聞いていたので、まだ港に入ろうとしていた他の者たちに襲いかかって上陸を妨げた。
§33.9.4τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθειμένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρξαντο τὰ σκεύη διαρπάζειν.
一方、フラミニウスがすでに上陸し、手荷物を下ろし終えているのを見つけると、最初は彼にその土地から立ち去るよう命じていたが、彼が耳を貸そうとしないので、その荷物を奪い始めた。
§33.9.5τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσέφερον τούτοις τὰς χεῖρας.
[フラミニウスの]従僕たちや解放奴隷たちがそれを取り返し、妨げようとすると、[リグリア人たちは]力ずくで押し通し、彼らに暴行を加えた。
§33.9.6ἐν ᾧ καιρῷ καὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον.
その時、フラミニウスも身内の者たちを助けに入ったが、彼らはこの彼に傷を負わせ、召使のうち二人を打ち倒し、残りの者たちを船まで追い立てたため、その結果、フラミニウスは辛うじてともづなと錨を切り離して危険を免れた。
§33.9.7οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας·
彼はマッサリアへと連れて行かれ、あらゆる手厚い看護を受けた。
§33.9.8ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστελλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις.
一方、元老院はこの出来事を知ると、ただちに執政官の一人であるクイントゥス・オピミウスを、オクシュビオイ人とデキエタイ人と戦わせるために軍勢とともに派遣した。