Humanitext Reader

波利比奥斯 · 历史 §33.9.1-33.9.8

使节弗拉米尼乌斯遇袭与奥皮米乌斯出兵

第 1231 段,共 1311 段 · 希腊语

内容简介

前往救援马萨利亚的罗马使节弗拉米尼乌斯遭到利古里亚人部落奥克西比人的袭击并受伤,元老院随即派遣执政官昆图斯·奥皮米乌斯率军征讨。

§33.9.1ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς Ῥωμαίους κακῶς πάσχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστίνων, παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Ποπίλιον Λαινᾶτον καὶ Λεύκιον Πόπιον πρεσβευτάς.
鉴于马萨利亚人派遣使节向罗马人申诉,称他们正遭受利古里亚人的侵害,[罗马人]遂立即任命弗拉米尼乌斯、波皮利乌斯·莱纳斯和卢基乌斯·波皮乌斯为使节。
§33.9.2οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ πόλιν Αἴγιτναν.
他们与马萨利亚人一同航行,在靠近埃吉特纳城镇的奥克西比人领地靠岸。
§33.9.3οἱ δὲ Λιγυστῖνοι προακηκοότες ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες ἐκώλυσαν τῆς ἀποβάσεως,
然而,利古里亚人先前已听说这些使节来此是为了命令他们解除包围,于是趁其他人还在投锚停泊时便发起袭击,阻碍他们登陆。
§33.9.4τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθειμένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρξαντο τὰ σκεύη διαρπάζειν.
至于弗拉米尼乌斯,他们发现他已经上岸并卸下了随身行李,起初命令他离开该地区,但见他不予理会,便开始抢夺行李。
§33.9.5τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσέφερον τούτοις τὰς χεῖρας.
随从和解放奴隶们上前据理力争并予以阻止,他们便诉诸武力,对他们大打出手。
§33.9.6ἐν ᾧ καιρῷ καὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον.
在此时刻,弗拉米尼乌斯也上前救助自己的人,他们却将他刺伤,击倒了两名仆人,并将其他人一路追赶到船上,结果弗拉米尼乌斯好不容易砍断缆绳和船锚,才得以脱离险境。
§33.9.7οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας· §33.9.8ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστελλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις.
他被送往马萨利亚,并在那里得到了极其悉心的照料;而元老院在得知所发生的事情后,立即派遣执政官之一昆图斯·奥皮米乌斯率领军队前去讨伐奥克西比人和德基埃塔人。

词汇与语法注释

  1. §33.9.1ὅτι — 本章开头的 ὅti 是后世节录者(epitomizers)在将波里比乌斯原作进行摘要时,用来引导各段落而添加的,在句法上并不支配主句动词(此处为 κατέστησαν)。
  2. §33.9.2προσέσχον τῆς Ὀξυβίων χώρας — 动词 προσέχω(意为“使船靠岸、停泊”)通常接与格或介词短语,但此处支配了属格(τῆς Ὀξυβίων χώρας),起部分属格(“靠泊在奥克西比人领土的一部分”)或地点属格的作用。
  3. §33.9.6ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον — 连词 ὡς 搭配宾格(τὸν Φλαμίνιον)和不定式(διαφυγεῖν),引导一个表示实际结果的从句(“结果导致……”),其功能类似于标准的 ὥστε 搭配不定式。分词 ἀποκόψαντα 与作为不定式逻辑主语的宾格 Φλαμίνιον 保持性、数、格的一致。

引用这一段

波利比奥斯, 历史 §33.9.1-33.9.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.9.1-33.9.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。