§33.8.1ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον πρεσβευταὶ καὶ παρὰ Μασσαλιητῶν,
同時期に、マッサリア人からも使節たちがやって来たこと。
§33.8.2οἳ πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστίνων, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορκουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς τά τε γινόμενα διασαφήσοντας καὶ δεησομένους σφίσι βοηθεῖν.
彼らは、以前からリグリア人によってひどい目に遭わされていたが、その時は完全に閉じ込められており、さらにこれに加えてアンティポリスとニカイアの都市も包囲されていたため、何が起きているかを報告し、自分たちを救助するよう要請するためにローマに使節を派遣した。
§33.8.3ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας ἐσομένους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων τὴν ἄγνοιαν. —
彼らが元老院に出頭すると、元老院は、一方では起きていることを実地に目撃し、他方では言論によって野蛮人たちの無知を正そうと試みる使節を派遣することを決定した。