§33.8.1ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον πρεσβευταὶ καὶ παρὰ Μασσαλιητῶν, §33.8.2οἳ πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστίνων, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορκουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς τά τε γινόμενα διασαφήσοντας καὶ δεησομένους σφίσι βοηθεῖν.
[事缘]大约在同一时期,来自马萨利亚的使节也抵达了,他们长期以来饱受利古里亚人的侵害,此时更被完全围困,加之安提波利斯和尼卡亚等城市也正遭到围攻,因此他们派遣使节前往罗马,以说明正在发生的情况,并请求给予援助。
§33.8.3ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας ἐσομένους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων τὴν ἄγνοιαν. —
当这些使节进入元老院后,会议决定派遣使团,一方面去亲眼目睹正在发生的事情,另一方面则试图通过言语劝说来纠正那些蛮族的愚昧。