§33.6.1ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ.
ὅτι この時期、プリエネの人々もまた予期せぬ不運に見舞われた。
§33.6.2δεξάμενοι γὰρ παρʼ Ὀροφέρνους, ὅτʼ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπʼ Ἀριαράθου §33.6.3, ὅτε μετέλαβε τὴν ἀρχήν.
というのも彼らは、オロフェルネスが王権を掌握した時に彼から四百タラントンを寄託金として受け取っていたが、その後の時期、アリアラテスが王権を引き継いだ時に、[アリアラテスから要求された。
οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ·
]その時、プリエネの人々は、私の見る限りでは、正しい立場をとっており、オロフェルネスが生きている限りは、寄託した本人である彼以外の誰にもその金銭を渡さないと主張していた。
§33.6.4ὁ δʼ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην.
しかしアリアラテスは、他人の寄託金を要求することによって、多くの人にとって義務から外れているように思われた。
§33.6.5οὐ μὴν ἀλλʼ ἕως μὲν τούτου τάχʼ ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα·
とはいえ、その金銭が彼の王国のものと思われるという理由で、彼が要求しようとしたことについては、この段階までは、あるいは大目に見てやれるかもしれない。
τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον.
しかし、怒りと執念からさらに先へと突き進むことは、到底、理にかなったこととは思われなかった。
§33.6.6κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς.
そしてここで言及している時期に、彼は(軍隊を)送り込んでプリエネ人の領土を略奪したが、それはアッタロスが、プリエネの人々に対して抱いていた彼自身の私怨のゆえに協力し、かつ彼を煽り立てたからであった。
§33.6.7πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τʼ ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτʼ ἐπὶ Ῥωμαίους κατέφυγον.
多くの人命や家畜が失われ、都市の近くでも多数の死者が出る中で、プリエネの人々は防戦することができず、ロドス人に使節を送ったが、その後はローマ人のもとに逃げ込んだ。
§33.6.8οἱ δʼ οὐ προσεῖχον τοῖς λεγομένοις.
しかし彼らはその訴えに耳を貸さなかった。
καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρησαν·
こうしてプリエネの人々は、多額の金銭を保管していることに大きな希望を抱いていたものの、まったく逆の結果に遭遇することになった。
§33.6.9τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην.
というのも、オロフェルネスには寄託金を返還したにもかかわらず、国王アリアラテスからは、その寄託金のゆえに、不当にもかなりの損害を被る羽目になったからである。