Humanitext Reader

波利比奥斯 · 历史 §33.6.1-33.6.9

普里埃内因奥罗斐尔奈斯的寄托金而遭遇的困境

第 1228 段,共 1311 段 · 希腊语

内容简介

本节叙述了普里埃内人因拒绝向阿里亚拉塞斯归还奥罗斐尔奈斯的寄托金,而导致领土遭到掠夺等严重困境的过程。

§33.6.1ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ.
[事缘]在这个时候,普里埃内人也遭遇了意想不到的灾难。
§33.6.2δεξάμενοι γὰρ παρʼ Ὀροφέρνους, ὅτʼ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπʼ Ἀριαράθου §33.6.3, ὅτε μετέλαβε τὴν ἀρχήν.
因为他们在奥罗斐尔奈斯掌握王权时,曾接受他托付的四百塔兰同寄托金,而在随后的时期,当阿里亚拉塞斯继承王权时,便被后者要求归还这笔钱。
οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ·
普里埃内人,在我看来,立场是正确的,他们声称只要奥罗斐尔奈斯还在世,他们就不会把这笔钱交给除寄托者本人以外的任何人。
§33.6.4ὁ δʼ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην.
但阿里亚拉塞斯在要求这笔属于他人的寄托金时,在许多人看来是偏离了本分。
§33.6.5οὐ μὴν ἀλλʼ ἕως μὲν τούτου τάχʼ ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον.
尽管如此,在此之前,也许有人会宽恕他进行尝试,因为那笔钱被认为属于他的王国;但是,他因愤怒和好胜心而走得更远,这绝不显合理。
§33.6.6κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς.
在我们现在所说的时期,他派遣军队劫掠了普里埃内人的领土,阿塔罗斯也因其自身与普里埃内人的私怨而予以协助并怂恿他。
§33.6.7πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τʼ ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτʼ ἐπὶ Ῥωμαίους κατέφυγον.
随着许多人口和牲畜的丧失,以及城下死伤遍地,普里埃内人无法自卫,遂向罗德斯人派遣使节,之后又逃往罗马人处求援。
§33.6.8οἱ δʼ οὐ προσεῖχον τοῖς λεγομένοις.
但后者对他们所说的话并不在意。
καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρησαν·
于是普里埃内人虽然对这笔巨额资金寄予厚望,却遭遇了完全相反的结局。
§33.6.9τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην.
因为他们把寄托金归还给了奥罗斐尔奈斯,却因为这笔寄托金,而不公地在国王阿里亚拉塞斯手中遭受了相当大的损失。

词汇与语法注释

  1. §33.6.3ὡς ἐμοὶ δοκεῖν — 不定词 `δοκεῖν` 带 `ὡς` 的插入从句,是表示“依我看来”或“在我看来”的绝对不定词的惯用表达。
  2. §33.6.5τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα — 与格的冠词性不定词 `τῷ δοκεῖν` 表示原因。不定词 `εἶναι` 的主语是 `τὰ χρήματα`(宾格),并与属格 `τῆς ἐκείνου βασιλείας` 连用,表示“属于他的王国”(所有性属格)。
  3. §33.6.5τάχʼ ἄν τις ἔχοι — 语气词 `ἄν` 与现在时希求法 `ἔχοι`(主语为不定代词 `τις`)结合,构成潜在希求法,委婉地表示过去的可能性(“也许有人会……”)。

引用这一段

波利比奥斯, 历史 §33.6.1-33.6.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.6.1-33.6.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。