Humanitext Reader

ポリュビオス · 歴史 §33.18.1-33.18.14

アッタロスの歓迎と元老院のアレクサンドロス支援決議

1240 / 1311 箇所 · ギリシア語

要旨

元老院がペルガモンのアッタロスを温かく迎えた一方で、王位請求者アレクサンドロスらのシリア帰還と援助の要請に対しては、良識ある人々の反対にもかかわらず、多数派がその要請を認める決議を可決し、ヘラクレイデスがエフェソスで準備を開始したこと。

§33.18.1ὅτι πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν Εὐμένους τοῦ βασιλέως υἱὸν Ἄτταλον·
さまざまな使節がローマに到着したとき、元老院がまず第一に、エウメネス王の息子アッタロスを招き入れたこと。
§33.18.2παραγεγόνει γὰρ ἔτι παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρικὰς ἀνανεώσασθαι φιλίας καὶ ξενίας.
というのも、彼は元老院に紹介され、父祖以来の友好と執誼関係を更新するために、この時期にまだ少年でありながらローマにやって来ていたからである。
§33.18.3οὗτος μὲν οὖν φιλανθρώπως ὑπό τε τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθʼ αὑτὸν ἡλικίᾳ, μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν,
さて、彼は元老院や父の友人たちから親切に迎えられ、望んでいた回答と、自身の年齢にふさわしい名誉を受け取って、数日後に本国へ帰還した。
§33.18.4πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον.
道中、ギリシアのすべての都市が彼を熱心かつ寛大に迎えた。
§33.18.5ἧκε δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.
また、デメトリオスも同じ時期にやって来たが、少年としてそれなりの歓迎を受けるにとどまり、再び本国へと引き返した。
§33.18.6ὁ δʼ Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν σύγκλητον, ἔχων μεθʼ ἑαυτοῦ τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον.
一方、ヘラクレイデスはローマに長逗留したのち、ラオディケとアレクサンドロスを伴って元老院に出頭した。
§33.18.7πρῶτον μὲν οὖν ὁ νεανίσκος ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλιστα δὲ συγκατασκευάζειν αὑτῷ τὴν βασιλείαν·
そこでまず、この若者はいくらか控えめな演説を行い、ローマ人に対し、彼の父アンティオコスとの友好と同盟を思い起こすよう求め、何よりも自身のために王位を共同で確保することを求めた。
§33.18.8εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθοδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.
さもなければ、帰還を認め、父祖の支配権を手に入れるために彼に協力することを望む者たちを妨げないよう求めた。
§33.18.9ὁ δʼ Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπʼ ἀγαθῷ, Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασιλέως ἐκγόνοις κατὰ φύσιν.
ヘラクレイデスが発言を引き継ぎ、アンティオコスについては大いに好意的に言及し、デメトリオスに対しては非難を浴びせた上で、この若者とラオディケは本質的にアンティオコス王の子孫なのだから、正義に従って彼らの帰還を認めるべきだという結論に至った。
§33.18.10τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην ἐβδελύττοντο προφανῶς.
思慮分別のある人々には、これらのことは全く気に入らず、むしろその芝居の仕掛けを見抜き、ヘラクレイデスを公然と忌み嫌った。
§33.18.11οἱ δὲ πολλοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατηνέχθησαν ἐπὶ τὸ γράφειν δόγμα τοιοῦτον· "
しかし、多数の者たちはヘラクレイデスの欺瞞に手なずけられて、次のような決議を起草することに同意した。
§33.18.12Ἀλέξανδρος καὶ Λαοδίκη, βασιλέως υἱοί, φίλου καὶ συμμάχου ἡμετέρου γεγενημένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιήσαντο·
「アレクサンドロスとラオディケ、我々の友であり同盟者であった王の子供たちは、元老院に出頭して演説を行った。
§33.18.13ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς, ὡς ἠξίουν, ἔδοξεν.
元老院は彼らに対し、父祖の支配権に帰還する権限を与え、彼らの要求通り、彼らを援助することを決議した。
§33.18.14"ὁ δʼ Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορμῆς ταύτης εὐθέως ἐξενολόγει καὶ προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν ἀφικόμενος δʼ εἰς τὴν Ἔφεσον ἐγίνετο περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς.
」ヘラクレイデスはこの機会を捉えて、ただちに傭兵を募り、著名な人々を招き入れ、エフェソスに到着すると、当面の計画の準備に取りかかった。

語釈・文法注

  1. §33.18.2χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι — 前置詞的副詞 `χάριν`(「〜のために」)は属格を伴って目的を表し、ここでは属格の冠詞付き不定詞 `τοῦ ... συσταθῆναι καὶ ... ἀνανεώσασθαι`(ともに受動相および中動相の目的語・関係を示す不定詞)に係っている。
  2. §33.18.8εἰ δὲ μή — 「さもなければ」を意味する条件文の省略表現。直前の「自身のために王位を共同で確保すること(`βασιλείαν συγκατασκευάζειν`)」が叶わない場合の、代替案となる条件を導入している。
  3. §33.18.14προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν — 中動相動詞 `προσεκαλεῖτο`(「自分の方に招く、召喚する」)が属格の `τῶν ἐπιφανῶν ἀνδρῶν` を伴っている。これは部分属格であり、「著名な人々(の一部)を味方に引き入れた」という意味を表す。

この箇所を引用する

ポリュビオス, 歴史 §33.18.1-33.18.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.18.1-33.18.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。