Humanitext Reader

波利比奥斯 · 历史 §33.18.1-33.18.14

亚塔路斯的受迎与元老院对亚历山大的支持决议

第 1240 段,共 1311 段 · 希腊语

内容简介

元老院在热情接待帕加马的亚塔路斯之余,尽管遭到明智之士的反对,多数人仍投票通过决议支持王位宣称者亚历山大和拉奥迪基返回叙利亚并予以协助,赫拉克莱德随即在以弗所展开准备工作。

§33.18.1ὅτι πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν Εὐμένους τοῦ βασιλέως υἱὸν Ἄτταλον·
关于在各路使节抵达罗马时,元老院首先召见了欧墨尼斯国王之子亚塔路斯。
§33.18.2παραγεγόνει γὰρ ἔτι παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρικὰς ἀνανεώσασθαι φιλίας καὶ ξενίας.
因为他此时还是个孩子,来到罗马是为了引荐给元老院,并重建他父亲的友好与招待关系。
§33.18.3οὗτος μὲν οὖν φιλανθρώπως ὑπό τε τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθʼ αὑτὸν ἡλικίᾳ, μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν, §33.18.4πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον.
于是,他受到了元老院和父亲友人们的亲切接见,并得到了他所期望的答复以及符合他年龄的荣誉,数日后他便启程回国,沿途希腊的所有城市都热烈而慷慨地接待了他。
§33.18.5ἧκε δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.
德米特里也于同一时期抵达,但因其尚为幼童,仅受到了平庸的接待,便又返回了本国。
§33.18.6ὁ δʼ Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν σύγκλητον, ἔχων μεθʼ ἑαυτοῦ τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον.
而赫拉克莱德在罗马长久逗留后,带着拉奥迪基和亚历山大来到了元老院。
§33.18.7πρῶτον μὲν οὖν ὁ νεανίσκος ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλιστα δὲ συγκατασκευάζειν αὑτῷ τὴν βασιλείαν· §33.18.8εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθοδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.
首先,这位年轻人做了一番委婉的发言,请求罗马人记住他们与他父亲安条克的友好同盟关系,尤其是协助他共同夺取王位;否则,就允许他回国,并且不要阻碍那些愿意协助他夺回父辈统治权的人。
§33.18.9ὁ δʼ Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπʼ ἀγαθῷ, Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασιλέως ἐκγόνοις κατὰ φύσιν.
赫拉克莱德接过话茬,对安条克进行了诸多美言,而对德米特里进行了控诉,最后得出结论说,元老院理应按照正义允许这位年轻人和拉奥迪基回国,因为他们血统上确实是安条克国王的后代。
§33.18.10τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην ἐβδελύττοντο προφανῶς.
那些明智之士对这些事情一点也不赞同,反而看穿了这一戏剧的合谋,公开对赫拉克莱德表示厌恶。
§33.18.11οἱ δὲ πολλοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατηνέχθησαν ἐπὶ τὸ γράφειν δόγμα τοιοῦτον· " §33.18.12Ἀλέξανδρος καὶ Λαοδίκη, βασιλέως υἱοί, φίλου καὶ συμμάχου ἡμετέρου γεγενημένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιήσαντο·
然而多数人被赫拉克莱德的欺瞒所蛊惑,同意起草如下决议: “作为曾是我们的朋友和盟友的国王的子女,亚历山大和拉奥迪基,在元老院出庭并发表了演说。
§33.18.13ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς, ὡς ἠξίουν, ἔδοξεν.
元老院已准许他们返回父辈的领地,并决定如他们所请求的那样给予协助。
§33.18.14"ὁ δʼ Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορμῆς ταύτης εὐθέως ἐξενολόγει καὶ προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν ἀφικόμενος δʼ εἰς τὴν Ἔφεσον ἐγίνετο περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς.
” 赫拉克莱德抓住这一契机,立即招募雇佣军,并召集了一些显贵之人;抵达以弗所后,他便着手准备这项既定的计划。

词汇与语法注释

  1. §33.18.2χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι — 前置词性副词 `χάριν`(“为了……”)支配属格以表示目的,在此处支配属格冠词性不定式 `τοῦ ... συσταθῆναι καὶ ... ἀνανεώσασθαι`。
  2. §33.18.8εἰ δὲ μή — 意为“否则”或“如果不”的省略条件表达,引入了在前文请求“协助其夺取王位”(`βασιλείαν συγκατασκευάζειν`)无法实现时的替代请求。
  3. §33.18.14προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν — 中动相动词 `προσεκαλεῖτο`(意为“召入、拉拢到自己身边”)后接属格 `τῶν ἐπιφανῶν ἀνδρῶν`。这是一个部分属格,意为“他招募/拉拢了显贵之士中的一部分人”。

引用这一段

波利比奥斯, 历史 §33.18.1-33.18.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.18.1-33.18.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。