§32.3.1ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης.
此外,关于前述的那些人,发生了一件值得铭记的事。
§32.3.2ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι.
原来,莱普提奈斯在对格奈乌斯动手之后,立即在拉奥迪基亚公开四处走动,声称自己所做的是正义的事,并且这些事是顺应天神意旨而行的。
§32.3.3τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι διὰ τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων· §32.3.4αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν.
当德米特里乌斯接管政权时,他前去晋见国王,劝他不要因格奈乌斯被杀一事而感到恐惧,也不要对拉奥迪基亚人采取任何不利的企图;因为他说他自己会前往罗马,向元老院表明自己是顺应天神意旨行事的。
§32.3.5καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς,
最终,由于他的坦然与热忱,他被带走时既没有戴上锁链,也没有受到看管。
§32.3.6ὁ δʼ Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ.
而伊索克拉底在遭到指控后,精神彻底崩溃。
τοῦ κλοιοῦ δʼ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη.
当他的颈部被套上颈枷和锁链后,他便极少进食,最后完全放弃了对身体的照料。
§32.3.7διὸ καὶ παρεγένετʼ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ.
因此,他到达罗马时成了一桩惊人的奇观,任何人只要看他一眼,都会承认:人一旦沦为野兽,无论在肉体上还是在心灵上,都没有比他更可怕的了。
§32.3.8ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου,
因为他的容貌异常恐怖且如野兽一般,毕竟有一年多的时间,他既不清除污垢,也不修剪指甲和头发。
§32.3.9τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον.
并且,通过其眼神的流露与转动所展现出的精神状态,给人留下了如此印象,以至于目击者宁愿接近任何野兽,也不愿接近他。
§32.3.10ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος·
至于莱普提奈斯,则坚持最初的决心,随时准备进入元老院,并对遇到的所有人坦白承认自己的所作所为,还断言自己绝不会遭到罗马人的任何惩罚。
§32.3.11ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, §32.3.12ὥστʼ ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι.
最终,他得偿所望;因为在我的看法中,元老院认为,如果他们接收并惩罚了罪犯,大众就会以为这桩谋杀案已经得到了清算,所以他们几乎拒绝接纳这些人,而是保持指控完整未决,以便在他们愿意的时候,有权利用这些指控。
§32.3.13διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. —
因此,他们给德米特里乌斯作出了这样的答复:如果他根据其王权的权力满足元老院的要求,他将获得宽大的待遇。
§32.3.14ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν· §32.3.15τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους.
亚该亚人也派来了以克塞农和特莱克莱斯为首的使者,为那些被指控的人,特别是为了波利比乌斯和斯特拉提乌斯说情;因为其余的人,至少是那些值得一提的人,几乎都已被时间消磨殆尽。
§32.3.16παρῆσαν δʼ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ.
使者们前来时,只带着恳求性的指令,以便不与元老院发生任何争执。
§32.3.17εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδʼ ὣς οὐδὲν ἠνύσθη, τὸ δʼ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.
然而,尽管他们进入元老院并作了适当的陈述,即便如此也毫无成效,相反,元老院决定维持原判。