§32.2.1ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας ἄγοντες.
デメトリオス王のもとからも、メノカレスを長とする使節たちが到着し、一万金貨に相当する金冠をローマにもたらし、同時に、グナエウスに手を下した者をも連れてきた。
§32.2.2ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ τούτων πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, §32.2.3ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον·
元老院は、これらの事柄について、どのように対処すべきか、長い間大いに当惑したが、それでもなお、使節たちと金冠の両方を受け入れた。
τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο.
しかしながら、連れてこられた者たちについては受け入れなかった。
§32.2.4καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναΐου γενόμενον, ἀλλὰ καὶ τὸν Ἰσοκράτην.
しかも、デメトリオスは、グナエウスを直接その手で殺害したレプティネスだけでなく、イソクラテスをも送っていたのである。
§32.2.5οὗτος δʼ ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δʼ ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς Συγκρίσεσιν ἐπιδεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων,
この男は、講義を行う文法学者の一人であったが、生まれつきおしゃべりで、自慢たらしく、節度がなかったため、ギリシア人たちをも怒らせており、アルカイオスとその一派が『比較』において彼を巧みにからかい、嘲笑したのも当然のことであった。
§32.2.6παραγενόμενος δʼ εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, §32.2.7ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας.
彼はシリアに到着すると、人々を侮り、自分自身の専門について話をするだけでは満足せず、政治的な意見を吐き散らし、グナエウスは当然の報いを受けたのだと主張し、また、何が起こったかをローマ人に知らせる使者すら残らないように、他の使節たちも殺されるべきであった、それによって彼らが高慢な命令や無制限の権力行使をやめるように、と主張した。
§32.2.8τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν.
このような軽率な放言を繰り返したために、彼は前述の不幸に陥ったのである。