Humanitext Reader

波利比奥斯 · 历史 §32.2.1-32.2.8

德米特里乌斯的使节与刺客伊索克拉底

第 1209 段,共 1311 段 · 希腊语

内容简介

德米特里乌斯国王派来使节并献上金冠,同时押解了刺杀罗马特使的凶手,但元老院仅接受了前者。文中还叙述了极力为刺杀辩护的文法学者伊索克拉底的背景。

§32.2.1ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας ἄγοντες.
德米特里乌斯国王那里也派来了以梅诺哈里斯为首的使者,他们给罗马带来了一顶价值一万金币的金冠,同时也押解着对格奈乌斯动手的人。
§32.2.2ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ τούτων πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, §32.2.3ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον· τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο.
元老院在很长一段时间内对这些事务深感困惑,不知该如何处理,但最终还是接受了使者和金冠;至于那些被押解来的人,他们却没有接受。
§32.2.4καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναΐου γενόμενον, ἀλλὰ καὶ τὸν Ἰσοκράτην.
然而,德米特里乌斯不仅送来了亲手杀害格奈乌斯的莱普提奈斯,还送来了伊索克拉底。
§32.2.5οὗτος δʼ ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δʼ ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς Συγκρίσεσιν ἐπιδεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων,
此人是举办公开讲座的文法学者之一,但他天性多嘴、自大且令人厌恶,因此也得罪了希腊人,以至于阿尔凯乌斯及其同伙在《比较》中巧妙地嘲讽并讥笑他。
§32.2.6παραγενόμενος δʼ εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, §32.2.7ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας.
他抵达叙利亚后,蔑视当地人,并不满足于仅就自己的专业发表言论,反而大发政治议论,声称格奈乌斯是咎由自取,还说其余的使者也应该被处死,以便连一个向罗马人报告所发生事件的信使都不留,好让他们停止那些傲慢的命令和肆无忌惮的权力。
§32.2.8τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν.
他就是因为说出这些轻率的话,才陷入了前述的厄运之中。

词汇与语法注释

  1. §32.2.1τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας — 意为“对格奈乌斯动手的人”。动词 προσφέρω 的基本义“伸出、伸向”与 τὰς χεῖρας(双手)结合,并接与格 τῷ Γναΐῳ,比喻性地表示“对某人施加暴力”或“杀害某人”。
  2. §32.2.5τῶν τὰς ἀκροάσεις ποιουμένων — 部分属格。表示伊索克拉底属于那些“进行公开讲座或朗诵”(ποιουμένων)的文法学者(γραμματικός)群体。
  3. §32.2.5ἅτε καὶ τῶν περὶ τὸν Ἀλκαῖον ... σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων — 连接词 ἅτε(表示基于客观事实的原因)与属格绝对结构“των ... σκωπτόντων ... καὶ διαχλευαζόντων”相结合。此外,“οἱ περὶ τὸν Ἀλκαῖον”这一惯用语指“阿尔凯乌斯及其同伙”或简指“阿尔凯乌斯本人”。
  4. §32.2.7πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι — 介词 πρὸς 连同中性单数宾格冠词 τό 以及不定式(此处为被动不定式 καταλειφθῆναι)构成的结构,表示目的。不定式的逻辑主语为宾格的 τὸν ἀγγελοῦντα(将来时分词,“将要报告的人/信使”)。否定词 μηδέ 表示强烈的否定(“甚至连……也没有”)。

引用这一段

波利比奥斯, 历史 §32.2.1-32.2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.2.1-32.2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。