§32.15.1ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τἈσκληπιοῦ,
[…こと。 ]プルーシアスは、アッタロスに勝利した後、ペルガモンへと進んだ後、贅沢な犠牲を用意してアスクレピオスの神域へと捧げた。
§32.15.2καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, §32.15.3κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων.
そして牛を犠牲に捧げて吉兆を得ると、そのときは陣営へと帰還したが、翌日には軍勢をニケポリオンに整列させ、すべての神殿と神々の神域を破壊し、肖像や石造の彫像を略奪した。
§32.15.4τὸ δὲ τελευταῖον καὶ τὸ τἈσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρομάχου κατεσκευασμένον,
そして最後には、ピュロマコスによって見事に制作されたアスクレピオスの神像をも持ち去り、自分の手元へと持ち去った。
§32.15.5ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον.
彼は前日、その神像に対して酒を注ぎ、牛を犠牲にして祈りを捧げ、当然のことながら、自分に対して情け深く、あらゆる点で好意的に接してくれるよう願っていたのである。
§32.15.6ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανικάς.
私はこのような精神状態を、以前フィリッポスについて論じた際にも、狂気であると述べたことがある。
§32.15.7τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, §32.15.8ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν;
というのも、一方で、ひざまずき女々しい振る舞いをしてプルーシアスが習慣的に行っていたように、平伏して神前の供物台や祭壇に極度にすがりつきながら、犠牲を捧げ、それらを通じて神をなだめようとすることと、同時に他方で、これらを破壊し、それらを破滅させることによって神に対する不敬を示すこと、これを狂い猛る怒りの仕業であり、理性を失った魂の業であると言わない者がいるだろうか。
§32.15.9ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν.
これこそ、当時プルーシアスの身に起こっていたことである。
ἀνδρὸς μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στράτευμα πρὸς Ἐλαίαν·
攻撃においては何一つ男らしい働きを成し遂げず、神々に対しても人間に対しても、卑劣かつ女々しいやり方で処置した後、彼は軍勢をエライアへと移動させた。
§32.15.10καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ Θυατείρων.
そしてエライアに探りを入れ、何度か攻撃を仕掛けたものの、王の乳兄弟であるソーサンドロスが兵士たちを率いて入城し、彼の攻撃を防いだために何も果たすことができず、テュアテイラに向けて撤退した。
§32.15.11κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν.
帰還の途上、彼は「聖なる村」にあるアルテミスの神殿を暴力的に略奪した。
§32.15.12ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν.
同様にして、テムノス近郊にあるキュンネイオス・アポロンの神域をも、略奪しただけでなく、火を放って破壊した。
§32.15.13καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς.
これらのことを行った後、彼は人間に対してだけでなく、神々に対しても戦争を行った上で、本国へと帰還した。
§32.15.14ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας. —
また、プルーシアスの歩兵部隊も帰還の際に飢えと赤痢によって苦しめられた。 そのため、これらの原因により、直ちに神罰が彼に下ったかのように思われた。