Humanitext Reader

波利比奥斯 · 历史 §32.15.1-32.15.14

普鲁西阿斯破坏神庙与遭遇神罚

第 1222 段,共 1311 段 · 希腊语

内容简介

记述普鲁西阿斯在击败阿塔罗斯后大肆破坏和掠夺阿斯克勒庇俄斯及其他神庙的恶行,波利比乌斯指责其精神疯狂,并指出其军队随后因饥病而遭遇神罚。

§32.15.1ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τἈσκληπιοῦ, §32.15.2καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, §32.15.3κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων.
普鲁西阿斯在击败阿塔罗斯之后,又进军至帕加马,准备了奢华的祭品,送往阿斯克勒庇俄斯的圣域,他献祭了公牛并获得了吉兆,当时便回到了营地,但在次日,他将军队部署在尼凯福里翁,摧毁了所有的神殿和众神的圣域,并且掠夺了肖像雕塑和石质神像。
§32.15.4τὸ δὲ τελευταῖον καὶ τὸ τἈσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρομάχου κατεσκευασμένον,
最后,他甚至夺走了阿斯克勒庇俄斯的神像——那是菲罗马科斯精巧制作的杰作—— 占为己有。
§32.15.5ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον.
而就在前一天,他还对这尊神像倾注奠酒、献祭公牛并祈祷,自然是乞求神明对他仁慈,并在各方面都施予恩惠。
§32.15.6ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανικάς.
至于我,以前在谈到腓力时就曾在某处说过,这种精神状态是疯狂的。
§32.15.7τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, §32.15.8ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν;
因为,一方面进行献祭并企图以此取悦神明,伏地膜拜,极度乞怜于祭台和祭坛——就像普鲁西阿斯习惯做的那样,跪倒在地、举止如妇人一般—— 另一方面却同时破坏这些东西,并因摧毁它们而对神明施加侮辱,这怎能不让人说是狂怒的作祟和丧失理智的灵魂所为呢?
§32.15.9ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν.
这正是当时发生在普鲁西阿斯身上的情况。
ἀνδρὸς μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στράτευμα πρὸς Ἐλαίαν·
因为他在进攻中没有表现出任何男子的作为,反而在对待神明和人类的事物上都处理得既卑劣又懦弱,随后便将军队移往埃莱亚。
§32.15.10καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ Θυατείρων.
在对埃莱亚进行了试探并发起了一些进攻后,他由于国王的乳兄弟索桑德罗斯率领士兵进驻并阻挡了他的企图,以致一无所成,于是撤兵往蒂亚泰拉。
§32.15.11κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν.
在归途中,他强行掠夺了位于圣村的阿耳忒弥斯神殿。
§32.15.12ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν.
同样地,他不仅掠夺了蒂姆诺斯附近的肯奈乌斯·阿波罗圣域,还用火将其烧毁。
§32.15.13καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς.
犯下这些罪行后,他回到了自己的国家,不仅与人类开战,也与神明开战。
§32.15.14ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας. —
此外,普鲁西阿斯的步兵部队在归途中也因饥饿和痢疾而备受折磨,以至于看起来,神谴似乎因为这些原因而立即降临在他身上。

词汇与语法注释

  1. 32.15.1ὅτι — 意为“……的事实”的连词,在拜占庭时期的节录本中,常形式化地置于每个摘要句子的开头以引入摘录。
  2. 32.15.7τὸ γὰρ ἅμα μὲν θύειν... — 主句是由 `πῶς οὐκ ἂν εἴποι τις`(“谁会不说……呢?”)引导的“宾格加不定式”句式。开头由中性单数冠词 `τὸ` 名词化的长并列不定式短语 `ἅμα μὲν θύειν... ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι...`(一方面献祭,同时另一方面破坏)整体作为不定式 `εἶναι` 的意义上的主语(宾格)。
  3. 32.15.9ἀνδρὸς μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος — 主格阳性单数分词 `ἐπιτελεσάμενος` 修饰主句的主语(普鲁西阿斯)。属格 `ἀνδρὸς` 修饰 `ἔργον`,直译为“男人的作为”,在此语境中表示“英勇、像男子汉一般的行径”。
  4. 32.15.14ὥστε... δοκεῖν — 连词 `ὥστε` 搭配不定式 `δοκεῖν` 引导结果从句(“以至于似乎……”)。`παρὰ πόδας`(直译为“在脚边”)是表示“立即”、“紧接着”的惯用副词短语。

引用这一段

波利比奥斯, 历史 §32.15.1-32.15.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.15.1-32.15.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。