§32.13.1ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπʼ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρʼ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν,
ガイウス・ファンニウスらの一行がイリュリアから帰還し、デルマタイ族が、彼らから絶えず不当な扱いを受けていると主張する人々に対して、訴えられている事柄を何一つ正そうとしないばかりか、自分たちとローマ人には何の共通点もないと言って、使節たちからのいかなる話し合いも全く受け入れようとしなかったこと、さらに彼らには宿舎も物資も与えられなかったことを報告したとき。
§32.13.2ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρʼ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν·
それどころか、使節たちが他の都市から得ていた馬をも、デルマタイ族は暴力的に奪い取ったこと。
§32.13.3ἑτοίμους δʼ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν.
もし使節たちが状況に屈して、極めて平穏に立ち去ることをしなかったならば、彼らは手出しをする用意さえあったこと。
§32.13.4ὧν ἡ σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας.
元老院は、これらのことを注意深く聞いてデルマタイ族の不従順と無礼に憤慨したものの、何よりも、多くの理由から前述の者たちと戦争をするのに好機であると考えた。
§32.13.5τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, §32.13.6ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην·
というのも、アドリア海に面するイリュリアのこれらの地域は、ファロスのデメトリオスを追放して以来、彼らにとって完全に放置された状態であったし、また彼らはイタリアの人々が長年の平和のためにいかなる意味でも軟弱化することを望まなかったからである。
§32.13.7ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων.
実際、当時はペルセウスとの戦争およびマケドニアでの出来事から十二年目にあたっていた。
διόπερ ἐβουλεύοντο, §32.13.8πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπʼ αὐτῶν παραγγελλομένοις.
それゆえ彼らは、前述の者たちに対して戦争を開始することで、一方では自分たちの民衆の衝動と熱意をいわば一新し、他方ではイリュリア人たちを畏怖させて、自らの命令に従わせることを決議した。
§32.13.9αὗται μὲν οὖν ἦσαν αἰτίαι διʼ ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι·
これらが、ローマ人がデルマタイ族と戦争をした原因であった。
τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν.
しかし外部に対しては、使節に対する無礼を理由に戦争を決意したかのように、その戦争を公表した。
—
—