§32.13.1ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπʼ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρʼ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, §32.13.2ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρʼ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν· §32.13.3ἑτοίμους δʼ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν.
When the embassy under Gaius Fannius returned from Illyria and reported that the Delmatians were so far from correcting any of the grievances complained of by those who claimed to be continually wronged by them, that they would not even admit any discussion at all with them, saying that they had nothing in common with the Romans; and in addition to this, they reported that neither lodging nor provisions were given to them, but that the Delmatians had even violently taken away the horses which they had obtained from another city; and that they were even ready to lay hands on them, if they had not yielded to the occasion and made their departure in deep silence.
§32.13.4ὧν ἡ σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας.
The senate, having heard these things with attention, was indeed indignant at the disobedience and rudeness of the Delmatians, but above all it considered the occasion to be opportune for making war on the aforementioned people for several reasons.
§32.13.5τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, §32.13.6ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· §32.13.7ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων.
For those parts of Illyria which face the Adriatic had been entirely neglected by them ever since they expelled Demetrius of Pharos, and they did not wish the people in Italy to become in any way effeminate through the long-continued peace; for it was then the twelfth year since the war against Perseus and the operations in Macedonia.
διόπερ ἐβουλεύοντο, §32.13.8πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπʼ αὐτῶν παραγγελλομένοις.
Therefore, they resolved, by undertaking a war against the aforementioned, on the one hand, as it were, to renew the impulses and enthusiasm of their own populace, and on the other hand, by striking terror into the Illyrians, to compel them to obey their commands.
§32.13.9αὗται μὲν οὖν ἦσαν αἰτίαι διʼ ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. —
These, then, were the causes for which the Romans made war on the Delmatians; but to the outside world they announced the war as if they had decided to fight because of the insult to their ambassadors. —