§31.8.1ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ.
この時期に、ローマから使節たちが到着したが、まずマルクス・ユニウスの一行が、王とガラティア人との間で係争中であった諸問題に決着をつけるためにやって来た。
§31.8.2ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι διʼ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλʼ ἐκ χειρὸς ᾨκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην.
というのも、トロクミ族は自らの力ではカッパドキアの領土を何一つ切り取ることができず、かえって実力行使によって自業自得の罰を被ることになった(大胆な企てに及んだため)が、ローマ人のもとに逃げ込んでアリアラテスを中傷しようと試みたからである。
§31.8.3ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον.
そのためにユニウスの一行が派遣された。
πρὸς οὓς
ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε.
彼らに対して王は適切な言葉を交わし、その他の点でも親切に懇談して、彼らが王を称賛する状態で送り出した。
§31.8.4μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, §31.8.5βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον,
この後、グナエウス・オクタウィウスとスポリウス・ルクレティウスの一行が使節として到着し、再びガラティア人との間の係争問題について王と対話したとき、王はこれらについて短く意見を交わし、決定されたことには容易に従うと言い、オクタウィウスの一行がそちらへ進もうとしていることを知っていたので、残る時間の大半の議論をシリアの情勢について行った。
§31.8.6ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς.
彼は彼らにその王国の不安定さと指導者たちの軽薄さを示し、さらに彼らがシリアから再び安全に戻るまで、軍勢を率いて付き従い、状況を見極めて支援することを約束した。
§31.8.7οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς,
グナエウスの一行はあらゆる点で王の好意と熱意を喜び迎えつつ、現在のところは護衛を必要としないと述べた。
§31.8.8εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων.
しかし、将来もし何か必要が生じたならば、ためらうことなく知らせるだろうとし、王をローマ人の真の友の一人であると判断しているからであるとした。
—
—