§31.9.1ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα.
シリアにおいて、アンティオコス王が資金を豊富に得たいと望み、エリュマイスにあるアルテミスの神殿に対して遠征を行うことを目論んだこと。
§31.9.2παραγενόμενος δʼ ἐπὶ τοὺς τόπους καὶ διαψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους τοὺς οἰκοῦντας περὶ τὸν τόπον, §31.9.3ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε τὸν βίον,
しかし、その場所に到着したものの、その地域の周辺に住む異民族たちが不法行為を容認しなかったために期待を裏切られ、退却する途上のペルシスのタバイにおいて、彼は世を去った。
§31.9.4δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ προειρημένον ἱερὸν παρανομίαν.
一部の人々が言うには、前述の神殿に対する不法行為の際に、神的な力によるいくつかの警告の兆候が現れたために、彼は精神錯乱に陥ったのである。