§31.8.1ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ.
在此期间,罗马派来了使节,首先是马尔库斯·尤尼乌斯一行,旨在澄清并解决国王与加拉太人之间的争议。
§31.8.2ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι διʼ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλʼ ἐκ χειρὸς ᾨκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην.
因为特罗克米人单凭自身力量无法割占卡帕多西亚的任何领土,反而在企图进行冒险时因诉诸武力而自食其果,于是他们逃往罗马人那里,试图诽谤阿里亚拉塞斯。
§31.8.3ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον.
因此,尤尼乌斯一行被派了过来。
πρὸς οὓς
ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε.
国王对他们发表了得体的言辞,并在其他方面作了友好的交谈,随后让他们在满口赞誉中离去。
§31.8.4μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, §31.8.5βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον,
此后,当格奈乌斯·奥克塔维乌斯和斯普里乌斯·卢克雷蒂乌斯一行使节抵达,并再次与国王讨论他与加拉太人之间的争议时,国王就这些事作了简短交谈,并表示自己极易服从已作出的裁决,随后便将大部分话语转向了叙利亚的事务,因为他知道奥克塔维乌斯一行正往那里前行。
§31.8.6ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς.
他向他们指出该王国的动荡不稳以及其统治者的轻浮,并进一步承诺将率军随行,静待时机予以协助,直到他们安全地从叙利亚返回。
§31.8.7οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, §31.8.8εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων.
格奈乌斯一行在各方面都对国王的善意和热忱表示赞赏,但表示目前他们不需要护送,不过在未来,如果有什么需要,他们会毫不犹豫地告知;因为他们判定他是罗马人真正的朋友之一。
—
—