§31.33.1ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς τοὺς περὶ Τεβέριον ἐν τῇ Καππαδοκίᾳ, §31.33.2νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι καθʼ ὅσον οἷός τʼ ἦν, §31.33.3πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπʼ αὐτῶν προσαγορευθῆναι.
メノカレスがアンティオキアのデメトリオスのもとに到着し、カッパドキアにおいてティベリウスの一行との間に持たれた会談について王に詳細に説明したとき、王は、直面している状況の中で最も必要なことは、前述の男たちをできる限り懐柔することであると考え、他のすべての事柄を二の次にして、彼らのもとへ、最初はパムピュリアへ、その後は再びロドスへと使者を送り、ローマ人のために何でも実行することを約束し、ついには彼らから王と呼びかけられることを勝ち取った。
§31.33.4καὶ γὰρ ἦν ὁ Τεβέριος εὔνους αὐτῷ διαφερόντως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν.
というのも、ティベリウスは彼に対して格別に好意的であったからであり、それゆえ彼が王位を確立し支配権を手に入れることに大いに貢献したのである。
§31.33.5ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναΐου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.
デメトリオスは、前述の機会を得ると、ただちにローマへ使節たちを派遣し、金冠を届けさせ、またグナエウスを自らの手で殺害した者を、そして彼らとともに文法学者イソクラテスを送った。