§31.31.1ὅτι Ῥόδιοι τἄλλα σῴζοντες τὴν τοῦ πολιτεύματος προστασίαν βραχὺ παρώλισθον ἐν τούτοις τοῖς καιροῖς, ὡς ἐμὴ δόξα·
ほかならぬロードス人たちが、他の点では国政の尊厳を保ちつつも、私の考えでは、この時期に少しばかり過ちを犯したということ。
ἐπεδέξαντο γὰρ σίτου μυριάδας ὀκτὼ καὶ εἴκοσι παρʼ Εὐμένους χάριν τοῦ τὸ λογευθὲν ἐκ τούτων δανείζεσθαι, τὸν δὲ τόκον εἰς τοὺς μισθοὺς ὑπάρχειν τοῖς παιδευταῖς καὶ διδασκάλοις τῶν υἱῶν.
というのも彼らは、エウメネスから二十八万の穀物を受け取ったからである。 それは、その穀物の売却によって集められた資金を貸し出し、その利息を彼らの息子たちの教育者や教師の給与に充てるためであった。
§31.31.2τοῦτο δέ, στενοχωρίας μὲν ὑπαρχούσης καθάπαξ ἐπὶ τῶν κατʼ ἰδίαν βίων, ἴσως ἂν ἐπιδέξαιτό τις παρὰ τῶν φίλων ἕνεκα τοῦ μὴ περιιδεῖν ἀπαίδευτα γενόμενα τὰ τέκνα διὰ τὴν ἀπορίαν·
しかしこのようなことは、個人の生活において完全に困窮が生じているならば、貧困のために子供たちが教育を受けずに放置されるのを避けるために、おそらく友人たちから受け取ることもあるだろう。
εὐκαιρῶν δὲ τῷ βίῳ πᾶν ἄν τις ὑπομείναι μᾶλλον ἢ τὸν διδόμενον τοῖς διδασκάλοις μισθὸν ἐρανίζεσθαι παρὰ τῶν φίλων·
だが、生活に余裕があるならば、教師たちに支払われる給与を友人たちからの寄付で賄うくらいなら、むしろあらゆることに耐え忍ぶであろう。
§31.31.3ὅσῳ δὲ μεῖζον δεῖ πολιτείαν ἰδιώτου φρονεῖν, τοσῷδε καὶ τὸ πρέπον ἐπὶ τῶν πολιτικῶν μᾶλλον ἢ τῶν ἰδίων τηρητέον, Ῥοδίοις δὲ καὶ τελέως διά τε τὴν εὐκαιρίαν τὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ἐπίφασιν τῆς σεμνότητος.
そして、国家が個人よりもどれほど大きな志を持つべきであるか、それだけ公的な事柄においては個人の事柄においてよりも、体面がいっそう守られねばならない。 とりわけ、公的な豊かさと厳格な品格の標榜があるロードス人にとっては、完全にそうあるべきであった。