§31.3.1ὅτι παρεγένοντο κατὰ τὸν αὐτὸν καιρὸν παρʼ Ἀριαράθου τοῦ νεωστὶ διαδεδεγμένου τὴν Καππαδοκῶν βασιλείαν πρέσβεις, ἀνανεωσόμενοι τήν τε φιλίαν καὶ συμμαχίαν τὴν προϋπάρχουσαν,
同じ時期に、カッパドキアの王位を新たに継承したアリアラテスのもとから、以前から存在していた友好と同盟の関係を更新するために、使節たちが到着したこと。
§31.3.2καὶ καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους.
— そして、王がローマ人全員に対して公私ともに抱いている好意と熱意を受け入れるよう、元老院に全般的に懇願するためであった。
§31.3.3ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν καὶ καθόλου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλανθρώπως ἐγενήθη.
元老院はその言葉を聞き届け、友好と同盟を更新し、全般的に王の意向全体を受け入れて、好意的な態度を示した。
§31.3.4τοῦτο δʼ ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ τὸν Τεβέριον, καθʼ ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκεψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς βασιλείας αὐτῶν.
これが起こったのは、ティベリウスの一行が、王たちの状況を視察するために派遣された際に、帰還して、彼らの父や彼らの王国の全般について好意的な報告を行ったことによるところが大きい。
§31.3.5οἷς πιστεύσαντες οἱ τοῦ συνεδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἵρεσιν τοῦ βασιλέως.
議会の人々はこれを信頼し、使節たちと王の意向全体を好意的に受け入れた。