Humanitext Reader

ポリュビオス · 歴史 §31.29.1-31.29.12

スキピオの狩猟への専念と勇気による名声の獲得

1203 / 1311 箇所 · ギリシア語

要旨

マケドニアでの戦争終結後、スキピオは父ルキウスから王室の狩猟地での全権を与えられ、熱心に狩猟に没頭する。ローマ帰還後、他の若者たちが法廷闘争で他人を貶めて名声を得ようとする中、スキピオは狩猟による勇猛さで誰をも害さずに確固たる名声を得る。

§31.29.1λοιποῦ δʼ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δʼ ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι.
残された部分は勇気に関わるものであり、これはほぼすべての国制において、とりわけローマにおいて最重要のものであるが、この部分についても最大の訓練を積む必要があった。
§31.29.2καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς τύχης ἐγένετο συνέργημα.
したがって、この企てに向けて彼には、運命によっても何か素晴らしい助力がもたらされた。
§31.29.3τῶν γὰρ ἐν Μακεδονίᾳ βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς κυνηγεσίας καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειοτάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, §31.29.4ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνηγῆσθαι δὲ μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς περισπασμούς·
というのも、マケドニアの王たちが狩猟に最大の熱意を注ぎ、マケドニア人たちも野獣が集まるのに最も適した場所をこれに開放していたため、これらの場所は、以前と同様に戦争の全期間を通じて入念に管理されていたものの、戦争による多忙のためにこの4年間一度も狩猟が行われないままであった。
ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδαπῶν.
そのために、そこはあらゆる種類の野獣で満ちていた。
§31.29.5τοῦ δὲ πολέμου λαβόντος κρίσιν, ὁ Λεύκιος καλλίστην ὑπολαμβάνων καὶ τὴν ἄσκησιν καὶ τὴν ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν περὶ τὰ κυνηγέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασιλικοὺς τῷ Σκιπίωνι καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνηγέσια παρέδωκε τούτῳ πᾶσαν·
戦争が決着を見ると、ルキウスは、狩猟に関する活動が若者たちにとって最も優れた訓練であり娯楽でもあると考え、王室の猟師たちをスキピオに引き合わせ、狩猟に関するすべての権限を彼に引き渡した。
§31.29.6ἧς ἐπιλαβόμενος ὁ προειρημένος καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατεγίνετο πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον μετὰ τὴν μάχην ἐν τῇ Μακεδονίᾳ.
これを手にした先述のスキピオは、あたかも王になったかのように考えて、戦いの後に軍隊がマケドニアに留まっていた全期間、これに没頭した。
§31.29.7γενομένης δὲ μεγάλης ἐνθουσιάσεως περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπίμονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας ὁρμήν.
彼が年齢的に全盛期にあり、また生まれつきこれに適した性質を備えていたことから、血統の良い猟犬のようになり、この分野に対して大いなる情熱が彼の中に生じたため、狩猟に対する彼の衝動は持続的なものとなった。
§31.29.8διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφʼ ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον, κατὰ τὴν ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, §31.29.9ἐπὶ τοσοῦτον ὁ Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀναστρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης ἄξιον καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων.
それゆえ、彼がローマに帰還し、この分野に対するポリュビオスの情熱をも分かち合ったとき、他の若者たちが裁判や挨拶回りに熱を上げ、広場で時を過ごし、それらを通じて自らを多くの人々に売り込もうと努めていたその時に、まさにその時スキピオは、狩猟に専念し、常に何か輝かしく記憶に値することを行っては、他者よりも素晴らしい名声を獲得していった。
§31.29.10οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν·
というのも、彼らにとっては、市民の誰かを害するのでなければ、称賛を得ることはできなかったからである。
ὁ γὰρ τῶν κρίσεων τρόπος τοῦτʼ ἐπιφέρειν εἴωθεν·
裁判というやり方は通常、そのような結果をもたらすものである。
§31.29.11ὁ δʼ ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπʼ ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώμενος.
しかし彼は、誰一人として悩ませることなく、その勇気に対する民衆全体の称賛をたやすく勝ち得ていった。 言葉に対して、行いをもって競い合っていたのである。
§31.29.12τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθʼ αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλοδοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα.
それゆえ、彼は短期間のうちに同世代の者たちを、ローマ人の中でかつて誰も記憶していないほどに追い抜いた。 名声を追い求めるにあたり、ローマの慣習や制度に対して、他のすべての人々とは正反対の道を歩んだにもかかわらず。

語釈・文法注

  1. §31.29.1λοιποῦ δʼ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους — 独立属格構文。前節(§31.28.10–13)で扱われた「美徳」(καλοκἀγαθία)と「節制」(σωφροσύνη)に続き、魂の第三の徳である「勇気」(ἀνδρεία)について論じるための導入となっている。
  2. §31.29.4ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ... κεκυνηγῆσθαι δὲ μηδέποτε — 動詞 `συνέβη`(〜ということが起きた)の主語として、対格不定詞句 `ταῦτα τὰ χωρία τετηρῆσθαι μὲν... κεκυνηγῆσθαι δὲ μηδέποτε`(意味上の主語は `ταῦτα τὰ χωρία`)が続いている。完了受動不定詞を用いることで、戦争中の継続的な状態が完了した結果を表す。
  3. §31.29.7ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου — 接続詞 `ὡς` が独立属格(`ἔχοντος αὐτοῦ καὶ... διακειμένου`)を伴い、主観的な理由(「〜だからこそ」「〜であると見なして」)を表している。猟犬に譬えられるスキピオの若々しさと素質に対する著者の叙述的評価を補強する。
  4. §31.29.8ἐφʼ ὅσον ... ἐπὶ τοσοῦτον — 相関表現で、他の若者たちが法廷や政治的社交(`κρίσεις καὶ χαιρετισμούς`)によって大衆に自己を推薦した度合い(`ἐφ' ὅσον`)と、スキピオが狩猟によってより優れた名声を得た度合い(§31.29.9 の `ἐπὶ τοσοῦτον`)とを対比させ、その並外れた成果を強調している。

この箇所を引用する

ポリュビオス, 歴史 §31.29.1-31.29.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.29.1-31.29.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。