Humanitext Reader

波利比奥斯 · 历史 §31.29.1-31.29.12

西庇阿热衷狩猎与凭借勇武赢得名声

第 1203 段,共 1311 段 · 希腊语

内容简介

在马其顿战争结束后,西庇阿被父亲鲁基乌斯授予皇家猎场的全部特权,并热切投身于狩猎。回到罗马后,当其他年轻人通过法庭诉讼贬低他人来追求名声时,西庇阿则通过狩猎展现的勇猛赢得了全民赞誉,不伤及任何人。

§31.29.1λοιποῦ δʼ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δʼ ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι.
剩下的一环是关于勇气的,这几乎在任何国家、尤其是罗马都是最重要的部分,因此他也必须在这一方面进行最大的训练。
§31.29.2καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς τύχης ἐγένετο συνέργημα.
于是,由于命运的眷顾,他在这项企图上也得到了一个极好的助力。
§31.29.3τῶν γὰρ ἐν Μακεδονίᾳ βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς κυνηγεσίας καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειοτάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, §31.29.4ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνηγῆσθαι δὲ μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς περισπασμούς· ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδαπῶν.
因为马其顿的国王们对打猎投入了最大的热情,而马其顿人也为野兽的聚集保留了最适宜的场所,结果在整个战争期间,这些地方虽然像以前一样被精心保护,但由于其他事务的干扰,四年间从未进行过狩猎;因此,那里充满了各种各样的野兽。
§31.29.5τοῦ δὲ πολέμου λαβόντος κρίσιν, ὁ Λεύκιος καλλίστην ὑπολαμβάνων καὶ τὴν ἄσκησιν καὶ τὴν ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν περὶ τὰ κυνηγέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασιλικοὺς τῷ Σκιπίωνι καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνηγέσια παρέδωκε τούτῳ πᾶσαν·
战争决出胜负后,鲁基乌斯认为打猎对年轻人来说是最好的训练和娱乐,于是将皇家猎人引荐给西庇阿,并将关于打猎的所有特权交给了他。
§31.29.6ἧς ἐπιλαβόμενος ὁ προειρημένος καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατεγίνετο πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον μετὰ τὴν μάχην ἐν τῇ Μακεδονίᾳ.
获得这一特权后,前述的西庇阿仿佛觉得自己成了国王一般,在战后军队留驻马其顿的全部时间里,都投身于此。
§31.29.7γενομένης δὲ μεγάλης ἐνθουσιάσεως περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπίμονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας ὁρμήν.
由于他对这一活动产生了巨大的热情,加之他正值壮年,且天生像一只优良的猎犬般适合此事,他对狩猎的冲动便成了持久的习惯。
§31.29.8διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφʼ ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον, κατὰ τὴν ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, §31.29.9ἐπὶ τοσοῦτον ὁ Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀναστρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης ἄξιον καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων.
因此,当他回到罗马,并在这方面加上了波利比乌斯的热情时,正当其他年轻人都热衷于诉讼和拜访,在广场上消磨时光,并试图通过这些手段向公众推荐自己,西庇阿也以同样的热情投身于狩猎,并且总是做出一些辉煌而值得纪念的事,从而赢得了比其他人更美好的名声。
§31.29.10οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· ὁ γὰρ τῶν κρίσεων τρόπος τοῦτʼ ἐπιφέρειν εἴωθεν· §31.29.11ὁ δʼ ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπʼ ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώμενος.
因为对于其他人来说,除非伤害某位公民,否则他们就无法获得赞誉;因为诉讼的方式通常会带来这种结果;但他没有给任何人带来痛苦,就赢得了关于勇气的全民赞誉,以实际行动与言论相竞争。
§31.29.12τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθʼ αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλοδοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα.
因此,他在短时间内超越了同龄人,其程度是罗马人中前所未闻的,尽管他在追求名望时,走了一条与所有其他人相反的道路,违背了罗马的习俗和法律。

词汇与语法注释

  1. §31.29.1λοιποῦ δʼ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους — 独立属格结构。承接前一节(§31.28.10–13)中讨论的“美德”(καλοκἀγαθία)和“节制”(σωφροσύνη),作为引入讨论灵魂的第三种美德“勇气”(ἀνδρεία)的过渡。
  2. §31.29.4ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ... κεκυνηγῆσθαι δὲ μηδέποτε — 动词 `συνέβη`(发生/结果是……)的主语是由对格不定词短语 `ταῦτα τὰ χωρία τετηρῆσθαι μὲν... κεκυνηγῆσθαι δὲ μηδέποτε`(逻辑主语为 `ταῦτα τὰ χωρία`)构成的。使用完成时被动不定词表示战争期间持续状态的最终结果。
  3. §31.29.7ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου — 连词 `ὡς` 与独立属格(`ἔχοντος αὐ慢的/ἔχοντος αὐτοῦ καὶ... διακειμένου`)连用,表示主观原因(“因为他……”或“鉴于他……”)。这增强了作者对被比作猎犬的西庇阿的年轻和天赋的叙述性评价。
  4. §31.29.8ἐφʼ ὅσον ... ἐπὶ τοσοῦτον — 关联句式,将其他年轻人通过法庭和政治社交(`κρίσεις καὶ χαιρετισμούς`)向公众举荐自己的程度(`ἐφ' ὅσον`),与西庇阿通过狩猎获得更优美名声的程度(见 §31.29.9 的 `ἐπὶ τοσοῦτον`)进行对比,以强调他非凡的成就。

引用这一段

波利比奥斯, 历史 §31.29.1-31.29.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.29.1-31.29.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。