§31.18.1οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον·
一方、トルクアトゥスら[の使節たち]は、アレクサンドリアに到着すると、兄のプトレマイオスに、弟と和解して彼にキュプロスを譲るよう説得しようと試みていた。
§31.18.2τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον, §31.18.3στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἆπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενομένους.
しかし、[兄の]プトレマイオスはある約束をする一方で、他方では耳を貸さず、このような方法で時間を引き延ばしていたので、弟[のプトレマイオス]はクレータ島民たちとともにリビュアのアピス付近で取り決めの通りに陣を敷き、何も知らされないことに極めて苛立ち、まず第一にグナエウスをアレクサンドリアへ派遣した。 それは彼を介して、トルクアトゥスらも後に続くようにさせるためであった。
§31.18.4συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε περὶ τῶν ὅλων.
しかし、この者(グナエウス)の状況も以前の者たちと同様になり、時間が引き延ばされ、四十日が経過しても何の知らせも届かなかったため、彼は全体の状況について窮地に陥った。
§31.18.5ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας, ἀλλʼ ἄκοντας.
というのも、兄の王はあらゆる手段の懐柔策を用いて使節たち全員を懐柔し、彼らを本人の意思に反して不本意ながらも長きにわたり留め置いていたからである。
§31.18.6κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν,
この時期に、弟のプトレマイオスのもとに、キュレネ人たちが反乱を起こし、諸都市もこれと同調していること、そしてこの反乱にはシュムペテシスの[子]プトレマイオスも加わっているという知らせがもたらされた。
§31.18.7ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθʼ ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην.
彼はエジプト人であり、王がローマへ航海した時期に、全権の管理を委ねられていた人物であった。
§31.18.8τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετʼ ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος ἀνέζευξεν ἐπὶ Κυρήνης.
これらの知らせが王のもとに届き、さらにその少し後に、キュレネ人たちが野外に陣を敷いているという知らせが届いたため、彼はキュプロスを手に入れようとしてキュレネを失うことを恐れ、他のすべてのことを二の次として、キュレネに向けて進軍した。
§31.18.9παραγενόμενος δʼ εἰς τὸν μέγαν καλούμενον Καταβαθμὸν κατέλαβε τοὺς Λίβυας μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας.
彼は「大カタバトモス」と呼ばれる場所に到着すると、リビュア人たちがキュレネ人たちとともに険路を占拠しているのを見出した。
§31.18.10ὁ δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς δʼ ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν ἀνάβασιν.
プトレマイオスはこの事態に窮し、兵士の半数を船に乗せて険路を迂回して航行させ、敵の背後に現れるよう命令し、自身は残りの半数を率いて、登り口に向けて正面から突入を試みた。
§31.18.11τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν.
リビュア人たちは両方向からの攻撃に恐れをなし、その場所を放棄したため、彼は登り口を制圧すると同時に、その下にあるテトラピュルギアをも確保した。 そこには豊富な水が存在していた。
§31.18.12ὅθεν ἀφορμήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου.
そこを出発して、彼は七日目に砂漠を越えて到着した。
§31.18.13παραπλεόντων δʼ αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατοπεδεύειν πεζοὺς μὲν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ πεντακοσίους.
モキュリノスの部隊も彼と並行して航行していたが、キュレネ人たちは歩兵約八千人、騎兵約五百人で陣を敷いていた。
§31.18.14οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν, §31.18.15οὐχ οἷοί τʼ ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων, ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος.
というのも、キュレネ人たちはアレクサンドリアで行われた事柄からプトレマイオスの意図を察知しており、彼の支配と全方針が王にふさわしいものではなく僭主的なものであるとみなしていたので、自発的に服従しようとはせず、自由への希望にしがみつき、あらゆることに耐え抜く覚悟を決めていたからである。
§31.18.16διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρετάξαντο·
それゆえ、彼が近づいたとき、彼らは直ちに戦列を整えた。
καὶ τέλος ἡττήθη.
そしてついに、[プトレマイオスは]敗北した。
—
—