§31.18.1οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον·
另一方面,托尔夸图斯及其随行人员在抵达亚历山大里亚后,试图劝说兄长托勒密与弟弟和解,并将塞浦路斯让给他。
§31.18.2τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον, §31.18.3στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἆπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενομένους.
但由于托勒密一方面做出承诺,另一方面又置若罔闻,并以此方式消磨时间,年轻的托勒密根据约定与克里特人一起在利比亚的阿皮斯附近驻扎,并因没有收到任何明确的消息而极其恼怒,首先派遣格奈乌斯前往亚历山大里亚,以便通过他至少促使托尔夸图斯一伙人随后跟来。
§31.18.4συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε περὶ τῶν ὅλων.
但由于此人的遭遇与先前的人相同,时间被拖延,四十天过去仍无任何消息传来,他便对全局陷入了困境。
§31.18.5ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας, ἀλλʼ ἄκοντας.
因为兄长国王采用了各种取悦的手段,将所有使节都争取到自己一边,并违背他们的意愿、在他们不情愿的情况下将其挽留了大部分时间。
§31.18.6κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν, §31.18.7ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθʼ ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην.
就在此时,年轻的托勒密得到消息,昔兰尼人已经起义,各城市也与他们同心协力,而森佩特西斯之子托勒密也参与了这场叛乱,他是埃及裔人,在国王出航前往罗马期间,被托付管理全局事务。
§31.18.8τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετʼ ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος ἀνέζευξεν ἐπὶ Κυρήνης.
当这些消息传到国王耳中,且不久后又得知昔兰尼人已在野外驻扎,他担心自己由于渴望夺取塞浦路斯而失去昔兰尼,便将其他一切事情置之度外,向昔兰尼进军。
§31.18.9παραγενόμενος δʼ εἰς τὸν μέγαν καλούμενον Καταβαθμὸν κατέλαβε τοὺς Λίβυας μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας.
当他抵达被称为“大卡塔巴特莫斯”的地方时,发现利比亚人与昔兰尼人一同占领了险要的地势。
§31.18.10ὁ δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς δʼ ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν ἀνάβασιν.
托勒密因眼前的局面而陷入困境,便命令半数士兵登船,绕行经过那些险隘,出现在敌人的后方,而他自己则率领其余半数人马,正面朝向陡坡强行攀登。
§31.18.11τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν.
利比亚人因两面受敌而惊恐万状,纷纷放弃阵地,因此他同时控制了陡坡以及下方的泰特拉皮尔吉亚,那里碰巧有充足的水源。
§31.18.12ὅθεν ἀφορμήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου.
从那里出发,他在第七天穿过沙漠抵达。
§31.18.13παραπλεόντων δʼ αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατοπεδεύειν πεζοὺς μὲν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ πεντακοσίους.
当莫希里努斯一伙人也与他并肩航行时,昔兰尼人正驻扎着约八千名步兵和约五百名骑兵。
§31.18.14οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν, §31.18.15οὐχ οἷοί τʼ ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων, ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος.
因为昔兰尼人从亚历山大里亚所发生的事情中已经看清了托勒密的意图,并看出他的统治和整个方针不是王道式的、而是僭主式的,他们不愿自愿臣服,而是敢于承受一切,坚守着对自由的希望。
§31.18.16διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρετάξαντο· καὶ τέλος ἡττήθη.
因此,当他逼近时,他们立即列阵迎战;最终,他被打败了。
—
—