§31.17.1μετὰ δὲ ταῦτα Πτολεμαῖοις ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές.
その後、弟のプトレマイオスは、使節たちを伴ってギリシアに到着すると、強力な傭兵部隊を集めていた。
ἐν οἷς προσελάβετο καὶ τὸν Μακεδόνα Δαμάσιππον,
その中に、彼はマケドニア人のダマシッポスをも雇い入れた。
§31.17.2ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγεν μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας.
彼はパコスにおいて評議員たちを虐殺し、妻や子供たちとともにマケドニアから逃亡していた。
§31.17.3ἀφικόμενος δʼ εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον.
[ダマシッポスは]ロドス人のペライアに到着し、民衆から歓迎を受けると、キュプロスへ航行することを企てていた。
§31.17.4οἱ δὲ περὶ τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον·
一方、トルクアトゥスら[の使節たち]は、彼が強力な傭兵部隊を編成しているのを見て、復権は戦争なしに行われねばならないという[ローマからの]訓令を彼に思い起こさせた。
§31.17.5καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὅρους.
そしてついに、彼らは彼を説得して、傭兵部隊をシデまで進めたところで解散させ、キュプロスへの企てを放棄させ、キュレネの国境で自分たちと合流することに同意させた。
§31.17.6αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους, ἔχοντες κἀκεῖνον μεθʼ αὑτῶν.
一方、使節たち自身はアレクサンドリアへ航行し、王を説得して要求に従わせ、その王を伴って国境で[弟のプトレマイオスと]合流するだろうと言った。
§31.17.7τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, §31.17.8αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων μεθʼ ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν·
そこで、これらの言葉に説得された弟のプトレマイオスは、キュプロスに関する計画を諦め、一方では傭兵部隊を解散させたが、他方、自身はまずクレータ島へと船出し、ダマシッポスと使節の一人であるグナエウス・メルラを伴っていた。
ξενολογήσας δʼ ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν.
クレータから約千人の兵士を傭兵として募ると、出帆し、リビュアに渡ってアピスに上陸した。