Humanitext Reader

波利比奥斯 · 历史 §31.17.1-31.17.8

幼王托勒密对塞浦路斯的企图与放弃

第 1191 段,共 1311 段 · 希腊语

内容简介

年轻的托勒密在希腊招募了强大的雇佣军试图远征塞浦路斯,但在罗马使节托尔夸图斯的说服下放弃计划,解散军队,经克里特岛最终在利比亚登陆。

§31.17.1μετὰ δὲ ταῦτα Πτολεμαῖοις ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές.
此后,年轻的托勒密与使节们一同抵达希腊,并开始招募一支强大的雇佣军。
ἐν οἷς προσελάβετο καὶ τὸν Μακεδόνα Δαμάσιππον, §31.17.2ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγεν μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας.
在这些人当中,他还招纳了马其顿人达马西普斯,后者在法科斯屠杀了议员,随后带着妻子和孩子逃离了马其顿。
§31.17.3ἀφικόμενος δʼ εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον.
在抵达罗得斯人的佩莱亚并受到当地民众的款待后,他正打算航行前往塞浦路斯。
§31.17.4οἱ δὲ περὶ τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον· §31.17.5καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὅρους.
然而,托尔夸图斯及其随行人员看到他组建了一支庞大的雇佣军,便提醒他注意那些指令,即必须在不发动战争的情况下实现复辟;他们最终说服了他,在将雇佣军带到西德后予以解散,并放弃对塞浦路斯的企图,在昔兰尼的边界与他们会合。
§31.17.6αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους, ἔχοντες κἀκεῖνον μεθʼ αὑτῶν.
使节们自己则乘船前往亚历山大里亚,声称他们将说服国王顺从这些要求,并带着那位国王在边界与他会面。
§31.17.7τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, §31.17.8αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων μεθʼ ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν· ξενολογήσας δʼ ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν.
于是,年轻的托勒密被这些话所说服,放弃了针对塞浦路斯的计划,解散了雇佣军,但他自己首先乘船前往克里特,随行带着达马西普斯以及使节之一的格奈乌斯·梅鲁拉;在从克里特招募了约一千名雇佣兵后,他出海横渡到利比亚,在阿皮斯登陆。

词汇与语法注释

  1. 31.17.1ἐν οἷς — 关系代词 οἷς 为复数(中性或阳性)。虽然其先行词是单数中性的集合名词 ξενολόγιον(雇佣军),但关系代词由于“根据意义一致”(synesis)而采用了复数形式,指代组成该军队的各个士兵。
  2. 31.17.4οἱ δὲ περὶ τὸν Τορκουᾶτον — 惯用表达,意为“托尔夸图斯及其随行人员”或“托尔夸图斯一行”,指以核心人物托尔夸图斯为首的整个罗马使团。
  3. 31.17.6ἔφασαν παραστήσεσθαι τὸν βασιλέα — 不定式 παραστήσεσθαι(使顺从、说服)的逻辑主语是主句动词 ἔφασαν 的主语(使节们),其直接宾语是宾格 τὸν βασιλέα(托勒密六世)。虽然语法上也可以理解为不及物动词(“国王将会屈服”),但上下文表明使节们表达的是促使国王顺从罗马要求的积极意图。

引用这一段

波利比奥斯, 历史 §31.17.1-31.17.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.17.1-31.17.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。