§31.15.1ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετʼ ἐκείνου προάγοντας· §31.15.2οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δʼ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ παρεσόμενον. §31.15.3διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων· §31.15.4οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων. §31.15.5οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας. §31.15.6ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφʼ ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός. §31.15.7τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν. §31.15.8τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι· §31.15.9πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, §31.15.10οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτʼ ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν. §31.15.11διὸ τὸν Τεβέριον κατεστήσαντο πάντων αὐτόπτην γεγονέναι. §31.15.12καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. — §31.15.13ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.
ローマでは、翌日、デメトリオスや彼とともに先に出発した者たちを捜そうとする者は誰もいそうになかった。というのも、ローマに留まっていた者たちは彼がキルケイウムに向けて出発したと考えており、アナグニアにいた者たちは彼がそこにやって来るものと思って、同じ場所へ出迎えに向かっていたからである。そのため、彼の逃亡は完全に気づかれないままになっていたが、アナグニアで鞭打たれた召使いの一人が、そこでデメトリオスと合流するつもりでキルケイウムへと走っていった。しかし、そこで彼を見つけられなかったため、途中で出会うだろうと思って、再びローマへと走って戻った。どこでも彼に出会えなかったため、彼はこのことをローマにいる友人たちや、屋敷に残されていた者たちに明らかにした。デメトリオスが出発してから四日目に彼の行方が捜されたとき、事の真相が疑われ始めた。そして五日目には、この件について直ちに元老院が招集されたが、その時にはデメトリオスはすでにシキリアの海峡を越えたところに達していた。そこで彼らは追跡を断念した。一方では、彼が航海においてすでに遥か先を行っていると考えたからであり(実際、彼は順風を得ていた)、他方では、たとえ阻止したいと望んでも不可能であることを予見したからである。しかし数日後、彼らはティベリウス・グラックス、ルキウス・レントゥルス、セルウィリウス・グラウキアらを使節に任命した。彼らは、まずギリシア人の情勢を視察し、次いでアジアに渡ってデメトリオスの動向を注視し、他の王たちの意図を調査し、ガラティア人と前述の王たちとの間の紛争を解決することになっていた。そのため、彼らはティベリウスがすべての目撃者となるように取り決めた。イタリア의 情勢はこのような状態にあった。 — 一方、デメトリオスは、自分のもとに派遣されることになっている者の到着を待ち望んでいた……