§31.14.1ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων.
デメトリオスはこれらを読み通し、その意図、そしてそれが何者であり誰からのものであるかを理解すると、直ちに、飲みすぎて気分が悪くなったふりをして立ち去り、友人たちも彼を送り届けるために付き添った。
§31.14.2παραγενόμενος δʼ ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον·
宿舎に到着すると、彼は今回の計画に不適当な奴隷たちをアナグニアへと送り出し、猟網と犬を連れてキルケイオンで合流するよう指示した。
§31.14.3ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν· ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν.
というのも、彼はそこで熱心にイノシシ狩りをするのを常としており、それこそが彼とポリュビオスとの親交が始まるきっかけとなったからである。
§31.14.4μετὰ δὲ ταῦτα τοῖς περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοινωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων.
こののち、彼はニカノールの一行に計画を明らかにし、同じ希望を共有するよう求めた。
§31.14.5πάντων δὲ προθύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ σπουδὴν ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις τοῖς μὲν παισὶν συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς τὰς Ἀναγνείας καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ Κίρκαιον,
全員が熱心にその提案を受け入れると、彼は、急いでそれぞれの宿舎に戻り、従者たちには明け方にアナグニアへ先発し、猟師たちとともにキルケイオンで合流するよう指示するよう命じた。
§31.14.6αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρημένον τόπον.
そして、彼ら自身は旅行服を身につけて彼のところへ戻ってくるように、また、従者たちには、翌日にデメトリオスとともに前述の場所で彼らと合流するつもりだと言っておくように命じた。
§31.14.7γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος.
すべてが前述通りに行われると、彼らは夜のうちにテベリス川の河口にあるオスティアへと進んだ。
§31.14.8ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὑτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως διʼ ὃ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρʼ ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν.
一方、メニュロスは先に行って船員たちと交渉し、王から連絡があり、そのために自分は当面ローマにとどまり、最も信頼できる若者たちを王のもとへ派遣せねばならず、王は彼らから弟に関するすべての状況を知ることになるだろう、と言った。
§31.14.9διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν.
それゆえ、彼自身は乗船しないが、航海する予定の若者たちが真夜中ごろにやってくるだろうと言った。
§31.14.10τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων
ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν,
船長たちは、当初定められた運賃が自分たちに確保されているため気に留めず、また、航海の準備をずっと前からすべて整えていたので、デメトリオスの一行は、第三の見張りが終わるころに到着した。
§31.14.11παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία.
彼らは大人八人、従者五人、幼い召使い三人であった。
§31.14.12τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν ἐπέβησαν,
メニュロスが彼らと話し合って一ヶ月分の食糧の用意を示し、さらに彼らを船長や乗客たちに熱心に紹介すると、彼らは乗船した。
§31.14.13ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλʼ ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.
そして舵手は、夜が明けかけるころに錨を上げて航海を開始した。 彼は事の真相について全く何も知らず、ただメニュロスからプトレマイオスのもとへと送られる何人かの兵士たちを運んでいるものとばかり思っていた。