Humanitext Reader

波利比奥斯 · 历史 §31.14.1-31.14.13

德米特里逃往奥斯蒂亚并扬帆启航

第 1188 段,共 1311 段 · 希腊语

内容简介

德米特里在阅读波利比乌斯的便条后立即装病离席,并与尼卡诺尔等人商定逃亡计划。一行人乘夜色前往奥斯蒂亚,在梅尼卢斯的巧妙掩护与准备下顺利登船,并在拂晓时分起航。

§31.14.1ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων.
德米特里读完便条,理解了其中的暗示、这些话出自谁手以及其意图,便立即假装因饮酒过度而感到不适而告辞,他的朋友们也一起送他离开。
§31.14.2παραγενόμενος δʼ ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον· §31.14.3ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν· ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν.
回到住所后,他将那些不适合参与此事的仆人派往阿纳格尼亚,吩咐他们带上猎网和猎犬,在奇尔凯翁会合;因为他平时习惯于在那里热衷于捕猎野猪,而他与波利比乌斯的友谊也正是由此开始的。
§31.14.4μετὰ δὲ ταῦτα τοῖς περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοινωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων.
此后,他向尼卡诺尔及其同伴透露了这一计划,并劝勉他们共同分享同样的希望。
§31.14.5πάντων δὲ προθύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ σπουδὴν ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις τοῖς μὲν παισὶν συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς τὰς Ἀναγνείας καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ Κίρκαιον, §31.14.6αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρημένον τόπον.
当所有人均热切地接受了这一提议时,他吩咐他们急速回到各自的住所,命他们的仆人在天亮时先出发前往阿纳格尼亚,并与猎人们一起在奇尔凯翁会合,而他们自己则带上旅行服返回他这里,并对仆人们说,他们将在第二天与德米特里一起在上述地点与他们会合。
§31.14.7γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος.
当一切按照前述办妥后,他们在夜间前往台伯河口的奥斯蒂亚。
§31.14.8ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὑτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως διʼ ὃ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρʼ ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν.
梅尼卢斯先行一步与船员交涉,声称自己收到国王的口信,为此他本人目前必须留在罗马,但必须派最可靠的年轻人去国王那里,国王将从他们那里了解关于他兄弟的一切情况。
§31.14.9διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν.
因此,他说他自己不会登船,但将要航行的年轻人们会在半夜左右到达。
§31.14.10τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν, §31.14.11παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία.
由于最初约定的运费对船长们来说依然有效,且他们早已为航行做好了充分的准备,因此他们并不在意,德米特里一行人在第三更将尽时抵达,共计有八个大人、五个仆人和三个幼童。
§31.14.12τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν ἐπέβησαν,
在梅尼卢斯与他们交涉并向他们展示了一个月的口粮准备,且向船长和乘员们热切地推荐了他们之后,他们便登上了船。
§31.14.13ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλʼ ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.
舵手在天刚拂晓时起锚起航,对事情的真相毫无察觉,只以为自己是在运送一些梅尼卢斯派往托勒密那里的士兵。

词汇与语法注释

  1. §31.14.1ὡς ἐπιναύσιος γεγονὼς — 直译为“仿佛晕船一样”,但在宴会的语境中,指“假装因饮酒过度而感到恶心、不适”。这与前一章节中波利比乌斯对德米特里可能因醉酒耽误大事的担忧相呼应。
  2. §31.14.5τοῖς μὲν παισὶν συντάξαι ... αὐτοὺς δὲ ... ἀνακάμπτειν — 这是受动词 παρήγγειλε(吩咐)支配的两个不定式结构。前半句中,τοῖς παισὶν(给仆人们)是不定式 συντάξαι(指示)的与格宾语;后半句中,αὐτοὺς(他们自己)是不定式 ἀνακάμπτειν(返回)的宾格主语,以此对比仆人(παῖδες)与主人(αὐτοί)的不同行动路线。
  3. §31.14.8διʼ ὃ δέον ἐστὶν — 关系代词中性单数宾格 ὅ 以直前的整个上下文(收到国王的口信)为先行词,与介词 διά 连用表示逻辑因果关系(“因此”、“所以”)。δέον ἐστὶν 是无人称句,意为“有必要”。
  4. §31.14.10τῶν δὲ ναυκλήρων ἀδιαφορούντων ... καὶ πάντα κατηρτικότων — 属格独立结构。以 τῶν ναυκλήρων(船长们)为逻辑主语,现在分词 ἀδιαφορούντων(不在意)与充当原因或背景的现在或过去完了分词 κατηρτικότων(已准备就绪)通过 καί 连接,用以解释主句(德米特里一行人抵达)发生时的背景。

引用这一段

波利比奥斯, 历史 §31.14.1-31.14.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.14.1-31.14.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。