§31.1.1ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις.
ティベリウスがカッマノイ人たちを、一部は武力で制圧し、一部は騙すことで、ローマ人の服属者としたこと。
— §31.1.2εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων πρεσβευτῶν ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθήναιον.
— ローマにはさらに多くの使節たちが到着していたが、元老院はアッタロスおよびアテナイオスの一行と会談した。
§31.1.3συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπόθεσιν.
というのも、プルシアス自身がエウメネスやアンティオコスに対する中傷を精力的に行っていただけでなく、ガラティア人やセルゲ人、その他アジアの多くの人々を、同一の目的のために扇動していたからである。
§31.1.4ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερομένας διαβολάς.
そのために、王エウメネスは、自らに向けられた中傷に対して弁明を行わせるべく、兄弟たちを派遣していたのである。
§31.1.5οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν.
彼らは元老院に出頭し、すべての告発者に対して適切に弁明を行ったと認められ、最終的には、向けられた容疑を払拭しただけでなく、栄誉も受けてアジアに帰還した。
§31.1.6οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν,
しかし、元老院はエウメネスとアンティオコスに対する疑念を解くことはなく、ガイウス・スルピキウスとマニウス・セルギウスを使節に任命して派遣した。
§31.1.7ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας, §31.1.8μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων.
ギリシア人の状況を視察するとともに、メガロポリス人とラケダイモン人との間で争われている土地について調停するため、そして何よりも、アンティオコスとエウメネスの状況を詳細に調査し、彼らによるローマ人に対する何らかの軍備増強や共同謀議が行われていないかを調べるためであった。
—
—