Humanitext Reader

波利比奥斯 · 历史 §31.1.1-31.1.8

阿塔罗斯一行的申辩与元老院派遣东方使节

第 1175 段,共 1311 段 · 希腊语

内容简介

关于提贝里乌斯征服卡姆马尼人,以及罗马元老院对阿塔罗斯一行帕加马使节的应对。元老院虽厚待他们,但仍派遣使节前往东部调查其疑虑。

§31.1.1ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις.
关于提贝里乌斯将卡姆马尼人一部分用武力征服、一部分用欺骗手段降伏,使其成为罗马臣民之事。
§31.1.2εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων πρεσβευτῶν ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθήναιον.
— 在有更多使节抵达罗马后,元老院接见了阿塔罗斯和阿特奈乌斯一行。
§31.1.3συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπόθεσιν.
因为普鲁西亚斯不仅自己积极地对尤门尼斯和安条克施加诽谤,而且还煽动加拉太人、塞尔盖人以及亚洲的许多其他人致力于同一目的。
§31.1.4ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερομένας διαβολάς.
为此,国王尤门尼斯派遣了他的兄弟们,以对所遭受的诽谤进行辩白。
§31.1.5οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν.
他们进入元老院后,被认为对所有控告者做出了合宜的申辩,最终不仅洗清了针对他们的指控,而且带着荣誉回到了亚洲。
§31.1.6οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν, §31.1.7ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας, §31.1.8μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων.
然而元老院并未消除对尤门尼斯和安条克的猜疑,而是任命盖乌斯·苏尔皮基乌斯和马尼乌斯·塞尔吉乌斯为使节,将其派遣出去,既是为了视察希腊人的事务,也是为了替梅加洛波利斯人和拉刻代蒙人调停有争议的领土问题,特别是为了彻查安条克和尤门尼斯的动向,以防他们暗中进行针对罗马人的任何军事准备或协同行动。

词汇与语法注释

  1. §31.1.1ὅτι — 见于源自拜占庭选集(摘录本)的章节开头,起到引入摘要或事实的作用。在翻译中常处理为“关于……之事”。
  2. §31.1.1τὰ μὲν ... τὰ δὲ — 对称使用的副词性宾格(关系宾格),表示“一方面……,另一方面……”或“一部分……,一部分……”。
  3. §31.1.3συνέβαινε — 无人称动词,带宾格加不定式结构(tòn Proussían... kechrêsthai... parōxykénai)作为主语,表示“发生了……的情况”或“事实是……”。
  4. §31.1.6τῆς ... ὑποψίας — 夺格性(分离)属格,作为动词 ἔληγεν(源自 λήγω,“停止、平息”)的补足语。
  5. §31.1.8μή τις ... γίνεται — 表示担忧、惧怕的连词 μή 后面接直说语气现在时(γίνεται)而非虚拟语气,表明所担忧的事态在现实中正在发生(或已经发生)的现实感。

引用这一段

波利比奥斯, 历史 §31.1.1-31.1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.1.1-31.1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。