§30.9.1πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα.
しかし、思慮のなさと卑劣さにおいて、ポリュアラトスはデイノンをはるかに凌駕していた。
§30.9.2τοῦ γὰρ Ποπιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος.
すなわち、ポピリウスが王プトレマイオスにポリュアラトスをローマへ送還するよう命じたとき、王はローマへ送ることは決定せず、彼の祖国とポリュアラトス自身に配慮して、ロードスへ送ることに決めた。 ポリュアラトス自身もこれを懇願していたからである。
§30.9.3παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν.
そこで王は快速船を用意し、彼を友人の一人デメトリオスに引き渡して送り出した。
ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς.
また、その送還についてロードス人あてに書簡を送った。
§30.9.4ὁ δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτʼ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν.
しかしポリュアラトスは、航行の途中でファセリスに寄港した際、いったいどういうつもりだったのか、オリーブの若枝を手にとって、共同の祭壇に逃げ込んだ。
§30.9.5ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδʼ ἂν αὐτὸν ἔχειν εἰπεῖν.
もし誰かが彼に何を望んでいるのか尋ねたとしても、彼自身も答えることができなかったに違いないと私は確信している。
εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει;
もし彼が祖国に帰ることを望んでいたのなら、なぜ懇願の枝が必要だったのだろうか。
τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν.
それこそが、彼を連行していた者たちの目的であったはずだからである。
§30.9.6εἰ δʼ εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου ʼκείνου τοῦτʼ ἔδει γενέσθαι κατʼ ἀνάγκην.
もしローマに行くためであったなら、彼が望まなくてもそれはどうしても起こるはずのことであった。
τί οὖν κατελείπεθʼ ἕτερον;
では、他に何が残されていたというのか。
ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετʼ ἀσφαλείας οὐκ ἦν.
彼を安全に受け入れてくれる他の場所は存在しなかったからである。
§30.9.7οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι διαλαβόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον,
とはいえ、ファセリスの人々がロードスに使者を送って、ポリュアラトスを連れて帰り、引き取るよう懇願したところ、ロードス人は賢明な判断を下し、護送のための無甲板船を派遣した。
§30.9.8ἀναλαβεῖν δʼ εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν ἄνθρωπον.
しかし、船長には彼を船に乗せることを禁じた。 アレクサンドリアから来た者たちが、この男をローマに送還するよう命じられていたからである。
§30.9.9παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φασηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρωπον,
その船がファセリスに到着したとき、船長であったエピカルコスは彼を船に入れることを拒んだ。
§30.9.10τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ,
一方で、送還のために王から任命されていたデメトリオスは彼に立ち上がって航海に出るよう命じ、ファセリスの人々も、このことでローマ人から何か非難が及ぶのを恐れてデメトリオスに加勢した。
§30.9.11καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον.
彼はその状況に圧倒され、デメトリオスのいる快速船に再び乗り込んだ。
κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου, §30.9.12προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν.
しかし出航にあたり、好機を捉えて、逃げ走って、再びカウノスに逃げ込み、そこでも同様にカウノスの人々に助けを求めた。
§30.9.13τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν.
カウノスの人々もまた、ロードスに従う立場にあったため、彼を拒絶すると、彼はキビュラの人々に使者を送り、市内に彼を受け入れ、護衛を派遣してくれるよう哀願した。
§30.9.14ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρʼ αὐτῷ τοὺς παῖδας Παγκράτους τοῦ τυράννου.
というのも、僭主パングラテスの子供たちが彼のもとで育てられたため、彼はその都市との間につながりを持っていたからである。
§30.9.15τῶν δὲ πεισθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παραγενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὑτόν τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ τοῖς Φασηλίταις ἦν.
キビュラの人々は説得に応じて要請された通りのことを行い、彼はキビュラに到着したが、それによって、彼がファセリスの人々のもとにいたときよりもさらに大きな窮地に、自分自身とキビュラの人々を陥れることになった。
§30.9.16οὔτε γὰρ ἔχειν παρʼ αὑτοῖς ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔτʼ ἀναπέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσόγαιοι τελέως ὑπάρχοντες.
なぜなら、彼らはローマ人からの危機を恐れて彼を自分たちのところに留めておく勇気もなく、一方で完全に内陸の国であったために航海の経験がなく、彼をローマに送り届けることもできなかったからである。
§30.9.17λοιπὸν ἠναγκάζοντο πρεσβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον.
ついに、彼らはロードスおよびマケドニアにいる将軍のもとに使節を派遣し、この男を引き取るよう要求せざるを得なくなった。
§30.9.18τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν παραπομπῆς, ἵνα μετʼ ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ, πειθαρχησάντων δʼ ἀμφοτέρων τοῖς γραφομένοις, §30.9.19τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβουλίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεννίαν ἐφʼ ὅσον οἷός τʼ ἦν, ἔκδοτον δὲ γενόμενον οὐ μόνον παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν ἄνοιαν.
ルキウスがキビュラ人にはポリュアラトスを厳重に監視しロードスへ連行するよう、ロードス人には彼がローマへ安全に送還されるように海上護送の手配をするよう書簡を送り、双方がその命令に従ったので、このようにしてポリュアラトスはローマに至ることになったが、その過程で、できる限りの方法で自らの思慮のなさと卑劣さを世間にさらし、彼自身の愚かさのために、王プトレマイオスからだけでなく、ファセリス人、キビュラ人、そしてロードス人からも引き渡されることになったのである。
§30.9.20τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ Πολυαράτου καὶ Δείνωνος;
それでは、いったい何の目的で、私はポリュアラトスとデイノンについてこのように詳しく叙述してきたのだろうか。
§30.9.21οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις.
彼らの不運に追い打ちをかけるように見せるためではない。
καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως·
そのようなことは完全に不適切である。
ἀλλʼ ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς.
そうではなく、彼らの思慮のなさを明らかにすることによって、窮地に際して同様の局面に陥る人々が、よりよく熟考し思慮深くあるように備えさせるためである。
—
—