§30.9.1πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα.
然而,在缺乏思虑和卑劣无能方面,波利亚拉托斯远远超过了戴农。
§30.9.2τοῦ γὰρ Ποπιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος.
因为当波皮利乌斯命令国王托勒密将波利亚拉托斯遣送回罗马时,国王顾及后者的祖国以及波利亚拉托斯本人,决定不将他送往罗马,而是打算将他遣送至罗得斯,而且波利亚拉托斯本人也如此请求。
§30.9.3παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν.
于是国王准备了一艘快速轻舟,将他交给他的一个朋友德米特里乌斯并打发他出发。
ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς.
同时他也写信给罗得斯人,告知这次遣送的事宜。
§30.9.4ὁ δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτʼ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν.
但波利亚拉托斯在航行途中停靠法塞利斯时,也不知究竟是何图谋,竟手持求助者的绿枝,逃到了公共祭坛前。
§30.9.5ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδʼ ἂν αὐτὸν ἔχειν εἰπεῖν.
我深信,若有人问他究竟想要什么,连他自己也答不出来。
εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει;
因为如果他渴望回到祖国,何须手持绿树枝?
τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν.
这本就是押送他的人所意图的目的。
§30.9.6εἰ δʼ εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου ʼκείνου τοῦτʼ ἔδει γενέσθαι κατʼ ἀνάγκην.
而如果是去罗马,即便他不愿意,那也是必然要发生的事。
τί οὖν κατελείπεθʼ ἕτερον;
那么还剩下什么别的选择?
ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετʼ ἀσφαλείας οὐκ ἦν.
因为没有别的地方能安全地收留他。
§30.9.7οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι διαλαβόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον, §30.9.8ἀναλαβεῖν δʼ εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν ἄνθρωπον.
尽管如此,当法塞利斯人遣使前往罗得斯,请求他们将波利亚拉托斯接走并收容时,罗得斯人作出了明智的决定,派出了一艘无甲板的船只前往护送,但他们禁止船长将其接上船,因为来自亚历山大里亚的人已被命令将此人送回罗马。
§30.9.9παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φασηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρωπον, §30.9.10τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ,
当船只到达法塞利斯时,船长埃皮哈雷斯不愿将此人接上船,而由国王指派负责押送的德米特里乌斯则命令他起程航行,法塞利斯人也协助德米特里乌斯,因为他们害怕会因此招致罗马人的责难。
§30.9.11καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον.
他在局势的威逼下,再次登上了德米特里乌斯的快速轻舟。
κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου, §30.9.12προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν.
但在起航时,他抓住了有利的时机,奔逃并再次躲入卡乌诺斯,并在那里同样请求卡乌诺斯人给予援助。
§30.9.13τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν.
当卡乌诺斯人因为归顺于罗得斯人也同样拒绝他时,他向基比拉人派遣使者,乞求接纳他入城并派人护送。
§30.9.14ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρʼ αὐτῷ τοὺς παῖδας Παγκράτους τοῦ τυράννου.
因为他与该城有着渊源,毕竟僭主潘克拉特斯的子嗣曾是在他那里抚养长大的。
§30.9.15τῶν δὲ πεισθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παραγενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὑτόν τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ τοῖς Φασηλίταις ἦν.
基比拉人听从了劝说并照办了所求之事,但他一到达基比拉,便让自己和基比拉人陷入了比先前在法塞利斯人那里时还要巨大的困境之中。
§30.9.16οὔτε γὰρ ἔχειν παρʼ αὑτοῖς ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔτʼ ἀναπέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσόγαιοι τελέως ὑπάρχοντες.
因为他们既不敢将他留在自己这里,唯恐招致来自罗马人的危险,又因为完全是内陆居民、缺乏航海经验,而无法将他遣送回罗马。
§30.9.17λοιπὸν ἠναγκάζοντο πρεσβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον.
最终,他们不得不派使节前往罗得斯以及在马其顿的将军那里,请求将此人接管过去。
§30.9.18τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν παραπομπῆς, ἵνα μετʼ ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ, πειθαρχησάντων δʼ ἀμφοτέρων τοῖς γραφομένοις, §30.9.19τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβουλίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεννίαν ἐφʼ ὅσον οἷός τʼ ἦν, ἔκδοτον δὲ γενόμενον οὐ μόνον παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν ἄνοιαν.
当卢基乌斯写信给基比拉人要求细心看管波利亚拉托斯并将其送至罗得斯,同时写信给罗得斯人要求负责海上的护送,以便让他安全地被送回罗马,而双方都服从了信中所写的内容,就这样,波利亚拉托斯以这种方式来到了罗马,他尽可能地公开出丑,暴露了自己的愚蠢和卑劣,并且由于他自己的愚妄,不仅被国王托勒密,还被法塞利斯人、基比拉人以及罗得斯人所出卖和引渡。
§30.9.20τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ Πολυαράτου καὶ Δείνωνος;
那么,究竟是为了什么,我才对波利亚拉托斯和戴农作了如此长篇累牍的叙述呢?
§30.9.21οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις. καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως· ἀλλʼ ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς.
并非为了显得我在对他们的不幸落井下石——因为这确实是极为不体面的——而是为了通过显明他们的愚蠢,好让那些在危机时刻陷入类似境地的人能更好地作好准备,去审慎思考并保持明智。
—
—