§30.5.1τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος.
前述の返答を受け取ると、フィロクラテスの一行はそれに基づいて直ちに出発したが、フィロフロンとアステュメデスの一行は、祖国に対して何か突発的に起きたり言われたりすることが、自分たちの目を盗んで行われないようにするために、その場にとどまって見守っていた。
§30.5.2προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον.
この返答がロードスに届いたとき、彼らは戦争という最大の恐怖から解放されたと考えたため、他の事柄は、依然として困難なものであったが、容易に耐え忍んだ。
§30.5.3οὕτως αἰεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων.
このように、予期される災いのうち、より大きなものが、より小さな災難の記憶を常に忘れさせるのである。
§30.5.4διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίδητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα, πειρασομένους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥωμαίους.
それゆえ、彼らは直ちに、ローマに一万金貨に相当する黄金の冠を贈呈することを取り決め、テアイデトスを使節であると同時に海軍司令官に任命して、夏の初めに、その冠を携えさせて派遣した。 さらに彼とともにロドフォンの一行をも派遣したが、彼らはローマ人との同盟をあらゆる方法で締結しようとするものであった。
§30.5.5τοῦτο δʼ ἐποίησαν οὐ βουλόμενοι διὰ τοῦ ψηφίσματος καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, διʼ αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι·
彼らがこのようにしたのは、万一ローマ人の意向が異なっていた場合に、決議と使節団を通じて失敗することを望まず、むしろ海軍司令官自身の職権によって打診を行おうとしたからである。
τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος ἐκ τῶν νόμων.
なぜなら、海軍司令官は法律によってこの権限を有していたからである。
§30.5.6οὕτως γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν Ῥοδίων ὡς σχεδὸν ἔτη τετταράκοντα πρὸς τοῖς ἑκατὸν κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμμαχίαν.
ロードス人の外交政策は実に実務的であり、民衆は約百四十年にわたってローマ人と最も輝かしく素晴らしい偉業を共にしてきたにもかかわらず、彼らと同盟を結んだことがないほどであった。
§30.5.7τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ καθʼ αὑτοὺς οὐκ ἄξιον παραλιπεῖν.
なぜロードス人が自国の外交をこのように扱っていたのか、その理由は見過ごすべきではない。
§30.5.8βουλόμενοι γὰρ μηδένα τῶν ἐν ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπίζειν τὴν ἐξ αὑτῶν ἐπικουρίαν καὶ συμμαχίαν, οὐκ ἐβούλοντο συνδυάζειν οὐδὲ προκαταλαμβάνειν σφᾶς αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλʼ ἀκέραιοι διαμένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας.
というのも、支配的地位や権力を持つ者の誰もが、自分たちからの援助と同盟を諦めてしまうことを望まなかったので、誓いや条約によって自らを縛ったり事前に制約したりすることを望まず、むしろ拘束されないままでいて、それぞれの側から寄せられる期待によって利益を得ようとしたからである。
§30.5.9τότε δὲ μεγάλην ἐποιοῦντο φιλοτιμίαν, βουλόμενοι ταύτης τῆς τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμμαχίας οὐδʼ ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν πλὴν αὐτῶν τῶν Ῥωμαίων,
しかしこの時、彼らはローマ人からこの栄誉を得ることを強く切望していた。
§30.5.10ἀλλὰ βουλόμενοι κατὰ τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπονοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως.
それは同盟を急を要して必要としていたからでもなく、また現在、ローマ人自身を除いては誰に対しても特に恐れを抱いていたからでもなく、むしろ、この提議を差し出すことによって、ロードスの市に対して良からぬ意図を抱いている者たちの疑念を払拭したいと望んだからであった。
ἄρτι δὲ τῶν περὶ τὸν Θεαίδητον καταπεπλευκότων, §30.5.11ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασεῖς τὰς ἐν Εὐρώμῳ πόλεις.
しかし、テアイデトスの一行が到着したばかりのとき、カウノス人たちが反乱を起こし、またミュラサ人たちもエウロモスの諸都市を占拠した。
§30.5.12κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις μετὰ τὸν Ἀντιοχικὸν πόλεμον.
同時に、元老院は、アンティオコスとの戦争の後にロードス人に割り当てたカリア人とリキア人をすべて自由とすべきであるという決議を布告した。
§30.5.13τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρθώσαντο·
さて、カウノス人およびエウロモス人に関する事態を、ロードス人は迅速に解決した。
§30.5.14τοὺς μὲν γὰρ Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφʼ αὑτοὺς τάττεσθαι,
すなわち、カウノス人に対しては、リュコンを兵士たちとともに派遣して、再び自らの配下に服従させたのである。
§30.5.15καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παραγενομένων μετὰ στρατιᾶς ἐπʼ Ὀρθωσίαν.
キビュラ人たちが彼らを救援したにもかかわらず。 また、エウロモスの諸都市に対しては軍を進め、オルトシアに軍勢を率いてやって来たミュラサ人とアラバンダ人を戦闘で破った。
§30.5.16τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσπεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις, δείσαντες μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέγονε, μάταιοι δʼ αἱ περὶ τῆς συμμαχίας ἐλπίδες.
しかし、リキア人とカリア人に関する決議が彼らに届いたとき、彼らは再び精神的に大きな動揺を被った。 自分たちの冠の贈呈が無駄になり、同盟への期待も無駄に終わるのではないかと恐れたからである。