§30.4.1ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην.
ロードス人からもまた使節たちがやって来たが、まずはフィロクラテスの一行であり、その後にフィロフロンとアステュメデスの一行であった。
§30.4.2οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἁγέπολιν ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου παραυτίκα τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν.
というのも、ロードス人たちは、ピュドナの会戦直後にハゲポリスの一行が受け取った返答を受け取り、そこから自分たちに対する元老院の怒りと威嚇的な態度を見て取ったので、直ちに前述の使節団を派遣したからである。
§30.4.3οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατʼ ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀνθρώπων τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν ἐνέπιπτον.
一方、アステュメデスとフィロフロンの一行は、公私にわたる交渉から、自分たちに対する人々の不信と敵意を感じ取り、完全な意気消沈と困惑に陥った。
§30.4.4ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πόλεμον,
さらに、政務官の一人が演壇に登り、ロードスに対する戦争へと民衆を駆り立てた。
§30.4.5τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδʼ ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν.
その時まさに、彼らは祖国の危機のために完全に分別を失い、喪服を身にまとい、勧告を行う際にも、もはや友人たちに強く要求するのではなく、自分たちに対して取り返しのつかない決定を下さないようにと、涙ながらに懇願するほどになった。
§30.4.6μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου, τοῦ καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης.
数日後、戦争をあおっていたあの政務官を演壇から引きずり下ろした張本人である護民官アントニウスが彼らを招き入れた際、まずフィロフロンが、その後にアステュメデスが演説を行った。
§30.4.7ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, διʼ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι,
その時まさに、彼らは諺にあるように「白鳥の歌」を響かせ、次のような返答を受け取った。 それにより、彼らは戦争という全面的な恐怖からは解放されたかのように見えた。
§30.4.8περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος πικρῶς καὶ βαρέως ὠνείδισεν.
しかし、個別の嫌疑について、元老院は彼らを痛烈かつ厳しく難詰した。
§30.4.9ἦν δʼ ὁ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ διʼ ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα διʼ αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι.
その返答の趣旨は次のようなものであった。 すなわち、もし元老院の友人である少数の人々、とりわけ彼ら自身がいなければ、自分たちをどのように扱うべきであったかを、元老院は十分に、かつ正当に知っていたはずだ、というものであった。
§30.4.10ὁ δʼ Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν.
アステュメデス自身は、祖国の弁護を見事に行ったと考えていたが、ローマに滞在していたギリシア人たちにも、本国にとどまっていた者たちにも、それは決して受け入れられなかった。
§30.4.11ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, ἣ τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος.
なぜなら、彼は後に自らの弁明を文書の形にまとめて公表したが、それを手にした大半の人々にとって、その内容は不適切で、完全に説得力を欠くように思われたからである。
§30.4.12συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατηγορίας.
彼はその弁明を、単に祖国の正当性からだけでなく、他者に対する告発からそれ以上に構成していた。
§30.4.13τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε, πολλαπλασιάζων καθʼ ὅσον οἷός τʼ ἦν·
というのも、ローマに対する功績や協力を引き合いに出して比較するにあたり、彼は他者のそれを偽りと呼んでおとしめようとし、ロードス人の功績をできる限り大げさに称揚したからである。
§30.4.14τὰ δʼ ἁμαρτήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας μεγάλα καὶ ἀπαραίτητα τελέως, ἐφʼ οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας.
逆に過失については、他者のそれを痛烈かつ悪意を込めて非難し、ロードス人の過失は覆い隠そうとした。 それは比較した際、自分たちの過失は小さく許されるべきものに見え、隣人たちの過失は大きく、決して弁護の余地がないように見えるようにするためであり、しかも、過失を犯したそれら他者全員が、すでに許しを得ていると彼は主張したのである。
§30.4.15τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν,
しかし、このような種類の弁明は、政治家には決してふさわしいものとは言えない。
§30.4.16ἐπείτοι καὶ τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ μηδενὶ τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας ἀγαθοὺς νομίζομεν.
なぜなら、何らかの秘密を共有した共謀者のうち、恐怖や利益のために仲間を告発して密告者となる者を私たちは称賛せず、むしろあらゆる拷問や処罰を甘んじて受け、仲間の誰にも同じ災いをもたらさなかった者を受け入れ、彼らこそを優れた人物とみなすからである。
§30.4.17ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσιν καὶ καινοποιήσας, ὑπὲρ ὧν ὁ χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν;
しかるに、アステュメデスは先行き不透明な恐怖のために、他者のあらゆる過失を支配者たちの眼前にさらし、時が支配者たちに忘却をもたらしていた事柄を再び蒸し返した。 そのような彼が、歴史を知る人々にとって不快極まりない存在とならずに済んだであろうか。